ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1
SBL Greek New Testament
1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις 2 ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ [a]ἐποίησεν τοὺς αἰῶνας· 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως, [b]δι᾽ αὑτοῦ καθαρισμὸν [c]τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, 4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; 6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. 7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· 8 πρὸς δὲ τὸν υἱόν· Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, [d]καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας [e]σου. 9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· 10 καί· Σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, [f]ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. 13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
Footnotes
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:2 ἐποίησεν τοὺς αἰῶνας WH Treg NIV ] τοὺς αἰῶνας ἐποίησεν RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:3 δι᾽ αὑτοῦ Holmes ] αὐτοῦ WH Treg NIV; αὐτοῦ δι᾽ ἑαυτοῦ RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:3 τῶν ἁμαρτιῶν ποιησάμενος WH Treg NIV ] ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:8 καὶ ἡ ῥάβδος τῆς εὐθύτητος WH Treg NIV ] ῥάβδος εὐθύτητος ἡ RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:8 σου Treg NIV RP ] αὐτοῦ WH
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:12 ὡς ἱμάτιον WH Treg NIV ] – RP
Hebrews 1
New International Version
God’s Final Word: His Son
1 In the past God spoke(A) to our ancestors through the prophets(B) at many times and in various ways,(C) 2 but in these last days(D) he has spoken to us by his Son,(E) whom he appointed heir(F) of all things, and through whom(G) also he made the universe.(H) 3 The Son is the radiance of God’s glory(I) and the exact representation of his being,(J) sustaining all things(K) by his powerful word. After he had provided purification for sins,(L) he sat down at the right hand of the Majesty in heaven.(M) 4 So he became as much superior to the angels as the name he has inherited is superior to theirs.(N)
The Son Superior to Angels
5 For to which of the angels did God ever say,
Or again,
6 And again, when God brings his firstborn(Q) into the world,(R) he says,
7 In speaking of the angels he says,
8 But about the Son he says,
“Your throne, O God, will last for ever and ever;(U)
a scepter of justice will be the scepter of your kingdom.
9 You have loved righteousness and hated wickedness;
therefore God, your God, has set you above your companions(V)
by anointing you with the oil(W) of joy.”[e](X)
10 He also says,
“In the beginning, Lord, you laid the foundations of the earth,
and the heavens are the work of your hands.(Y)
11 They will perish, but you remain;
they will all wear out like a garment.(Z)
12 You will roll them up like a robe;
like a garment they will be changed.
But you remain the same,(AA)
and your years will never end.”[f](AB)
13 To which of the angels did God ever say,
14 Are not all angels ministering spirits(AF) sent to serve those who will inherit(AG) salvation?(AH)
Footnotes
- Hebrews 1:5 Psalm 2:7
- Hebrews 1:5 2 Samuel 7:14; 1 Chron. 17:13
- Hebrews 1:6 Deut. 32:43 (see Dead Sea Scrolls and Septuagint)
- Hebrews 1:7 Psalm 104:4
- Hebrews 1:9 Psalm 45:6,7
- Hebrews 1:12 Psalm 102:25-27
- Hebrews 1:13 Psalm 110:1
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software
Holy Bible, New International Version®, NIV® Copyright ©1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.
NIV Reverse Interlinear Bible: English to Hebrew and English to Greek. Copyright © 2019 by Zondervan.