Font Size
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:18-22
SBL Greek New Testament
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:18-22
SBL Greek New Testament
18 βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· [a]οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; 19 τί οὖν φημι; ὅτι [b]εἰδωλόθυτόν τί ἐστιν, ἢ ὅτι εἴδωλόν τί ἐστιν; 20 ἀλλ’ ὅτι ἃ [c]θύουσιν, δαιμονίοις [d]καὶ οὐ θεῷ θύουσιν, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22 ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:18 οὐχ WH NIV ] οὐχὶ RP Treg
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:19 εἰδωλόθυτόν τί … ὅτι εἴδωλόν WH Treg NIV] εἴδωλόν τί … ὅτι εἰδωλόθυτόν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:20 θύουσιν NIV ] θύουσιν τὰ ἔθνη WH Treg; θύει τὰ ἔθνη RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:20 καὶ οὐ θεῷ θύουσιν WH Treg NIV ] θύει καὶ οὐ θεῷ RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software