Add parallel Print Page Options

13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· 14 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν [a]ἄρα τὸ κήρυγμα ἡμῶν, [b]κενὴ καὶ ἡ πίστις [c]ὑμῶν, 15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. 16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· 17 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις [d]ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. 19 εἰ ἐν τῇ ζωῇ ταύτῃ [e]ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:14 ἄρα WH Treg RP ] + καὶ NIV
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:14 κενὴ WH Treg NIV ] + δὲ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:14 ὑμῶν Treg NIV RP ] ἡμῶν WH
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:17 ὑμῶν Treg NIV RP ] + ἐστίν WH
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:19 ἐν Χριστῷ ἠλπικότες ἐσμὲν WH Treg NIV ] ἠλπικότες ἐσμὲν ἐν Χριστῷ RP