ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:1-19
SBL Greek New Testament
10 Οὐ θέλω [a]γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, 2 καὶ πάντες εἰς τὸν Μωϋσῆν [b]ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, 3 καὶ πάντες τὸ αὐτὸ [c]πνευματικὸν βρῶμα ἔφαγον 4 καὶ πάντες τὸ αὐτὸ [d]πνευματικὸν ἔπιον πόμα, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ [e]πέτρα δὲ ἦν ὁ Χριστός· 5 ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7 μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. 8 μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. 9 μηδὲ ἐκπειράζωμεν τὸν [f]Χριστόν, [g]καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων [h]ἀπώλλυντο. 10 μηδὲ γογγύζετε, [i]καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 ταῦτα [j]δὲ [k]τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων [l]κατήντηκεν. 12 ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ, 13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ [m]δύνασθαι ὑπενεγκεῖν.
14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. 15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. 16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία [n]ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; 17 ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18 βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· [o]οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; 19 τί οὖν φημι; ὅτι [p]εἰδωλόθυτόν τί ἐστιν, ἢ ὅτι εἴδωλόν τί ἐστιν;
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:1 γὰρ WH Treg NIV ] δὲ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:2 ἐβαπτίσαντο WH Treg RP ] ἐβαπτίσθησαν NIV
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:3 πνευματικὸν βρῶμα WH Treg NIV ] βρῶμα πνευματικὸν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:4 πνευματικὸν ἔπιον πόμα WH Treg NIV ] πόμα πνευματικὸν ἔπιον RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:4 πέτρα δὲ WH Treg NIV ] δὲ πέτρα RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 Χριστόν RP NA ] κύριον WH Treg NIV
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 καθώς WH Treg NIV ] + καί RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 ἀπώλλυντο WH Treg NIV ] ἀπώλοντο RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:10 καθάπερ WH Treg NIV ] καθὼς καί RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:11 δὲ WH Treg NIV ] + πάντα RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:11 τυπικῶς συνέβαινεν WH Treg NIV ] τύποι συνέβαινον RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:11 κατήντηκεν WH Treg NIV ] κατήντησεν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:13 δύνασθαι WH Treg NIV ] + ὑμᾶς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:16 ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ WH Treg NIV ] τοῦ αἵματος τοῦ Χριστοῦ ἐστὶν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:18 οὐχ WH NIV ] οὐχὶ RP Treg
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:19 εἰδωλόθυτόν τί … ὅτι εἴδωλόν WH Treg NIV] εἴδωλόν τί … ὅτι εἰδωλόθυτόν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software