Add parallel Print Page Options

Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. [a]συγκακοπάθησον ὡς καλὸς στρατιώτης [b]Χριστοῦ Ἰησοῦ. οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ· τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. νόει [c]ὃ λέγω· [d]δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.

Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται· 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. 11 πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ [e]ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· [f]ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.

14 Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ [g]κυρίου, μὴ λογομαχεῖν, [h]ἐπ’ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, 17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος, 18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, [i]λέγοντες ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν. 19 ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί· Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου.

20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν· 21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, [j]εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. 22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας. 23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας· 24 δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25 ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε [k]δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, 26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.

Footnotes

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:3 συγκακοπάθησον WH Treg NIV ] Σὺ οὖν κακοπάθησον RP
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:3 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ χριστοῦ RP
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:7 WH Treg NIV ] ἃ RP
  4. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:7 δώσει WH Treg NIV ] δῴη RP
  5. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:12 ἀρνησόμεθα WH Treg NIV ] ἀρνούμεθα RP
  6. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:13 ἀρνήσασθαι RP ] + γὰρ WH Treg NIV
  7. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:14 κυρίου RP ] θεοῦ WH Treg NIV
  8. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:14 ἐπ᾽ WH Treg NIV ] εἰς RP
  9. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:18 λέγοντες WH Treg ] + τὴν NIV RP
  10. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:21 εὔχρηστον WH Treg NIV ] καὶ εὔχρηστον RP
  11. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:25 δώῃ NIV ] δῴη WH Treg; δῷ RP

συ ουν τεκνον μου ενδυναμου εν τη χαριτι τη εν χριστω ιησου

και α ηκουσας παρ εμου δια πολλων μαρτυρων ταυτα παραθου πιστοις ανθρωποις οιτινες ικανοι εσονται και ετερους διδαξαι

συγκακοπαθησον ως καλος στρατιωτης χριστου ιησου

ουδεις στρατευομενος εμπλεκεται ταις του βιου πραγματειαις ινα τω στρατολογησαντι αρεση

εαν δε και αθλη τις ου στεφανουται εαν μη νομιμως αθληση

τον κοπιωντα γεωργον δει πρωτον των καρπων μεταλαμβανειν

νοει ο λεγω δωσει γαρ σοι ο κυριος συνεσιν εν πασιν

μνημονευε ιησουν χριστον εγηγερμενον εκ νεκρων εκ σπερματος δαυιδ κατα το ευαγγελιον μου

εν ω κακοπαθω μεχρι δεσμων ως κακουργος αλλα ο λογος του θεου ου δεδεται

10 δια τουτο παντα υπομενω δια τους εκλεκτους ινα και αυτοι σωτηριας τυχωσιν της εν χριστω ιησου μετα δοξης αιωνιου

11 πιστος ο λογος ει γαρ συναπεθανομεν και συζησομεν

12 ει υπομενομεν και συμβασιλευσομεν ει αρνησομεθα κακεινος αρνησεται ημας

13 ει απιστουμεν εκεινος πιστος μενει αρνησασθαι γαρ εαυτον ου δυναται

14 ταυτα υπομιμνησκε διαμαρτυρομενος ενωπιον του θεου μη λογομαχειν επ ουδεν χρησιμον επι καταστροφη των ακουοντων

15 σπουδασον σεαυτον δοκιμον παραστησαι τω θεω εργατην ανεπαισχυντον ορθοτομουντα τον λογον της αληθειας

16 τας δε βεβηλους κενοφωνιας περιιστασο επι πλειον γαρ προκοψουσιν ασεβειας

17 και ο λογος αυτων ως γαγγραινα νομην εξει ων εστιν υμεναιος και φιλητος

18 οιτινες περι την αληθειαν ηστοχησαν λεγοντες αναστασιν ηδη γεγονεναι και ανατρεπουσιν την τινων πιστιν

19 ο μεντοι στερεος θεμελιος του θεου εστηκεν εχων την σφραγιδα ταυτην εγνω κυριος τους οντας αυτου και αποστητω απο αδικιας πας ο ονομαζων το ονομα κυριου

20 εν μεγαλη δε οικια ουκ εστιν μονον σκευη χρυσα και αργυρα αλλα και ξυλινα και οστρακινα και α μεν εις τιμην α δε εις ατιμιαν

21 εαν ουν τις εκκαθαρη εαυτον απο τουτων εσται σκευος εις τιμην ηγιασμενον ευχρηστον τω δεσποτη εις παν εργον αγαθον ητοιμασμενον

22 τας δε νεωτερικας επιθυμιας φευγε διωκε δε δικαιοσυνην πιστιν αγαπην ειρηνην μετα των επικαλουμενων τον κυριον εκ καθαρας καρδιας

23 τας δε μωρας και απαιδευτους ζητησεις παραιτου ειδως οτι γεννωσιν μαχας

24 δουλον δε κυριου ου δει μαχεσθαι αλλα ηπιον ειναι προς παντας διδακτικον ανεξικακον

25 εν πραυτητι παιδευοντα τους αντιδιατιθεμενους μηποτε δωη αυτοις ο θεος μετανοιαν εις επιγνωσιν αληθειας

26 και ανανηψωσιν εκ της του διαβολου παγιδος εζωγρημενοι υπ αυτου εις το εκεινου θελημα

συ ουν τεκνον μου ενδυναμου εν τη χαριτι τη εν χριστω ιησου

και α ηκουσας παρ εμου δια πολλων μαρτυρων ταυτα παραθου πιστοις ανθρωποις οιτινες ικανοι εσονται και ετερους διδαξαι

συ ουν κακοπαθησον ως καλος στρατιωτης ιησου χριστου

ουδεις στρατευομενος εμπλεκεται ταις του βιου πραγματειαις ινα τω στρατολογησαντι αρεση

εαν δε και αθλη τις ου στεφανουται εαν μη νομιμως αθληση

τον κοπιωντα γεωργον δει πρωτον των καρπων μεταλαμβανειν

νοει α λεγω δωη γαρ σοι ο κυριος συνεσιν εν πασιν

μνημονευε ιησουν χριστον εγηγερμενον εκ νεκρων εκ σπερματος δαβιδ κατα το ευαγγελιον μου

εν ω κακοπαθω μεχρι δεσμων ως κακουργος αλλ ο λογος του θεου ου δεδεται

10 δια τουτο παντα υπομενω δια τους εκλεκτους ινα και αυτοι σωτηριας τυχωσιν της εν χριστω ιησου μετα δοξης αιωνιου

11 πιστος ο λογος ει γαρ συναπεθανομεν και συζησομεν

12 ει υπομενομεν και συμβασιλευσομεν ει αρνουμεθα κακεινος αρνησεται ημας

13 ει απιστουμεν εκεινος πιστος μενει αρνησασθαι εαυτον ου δυναται

14 ταυτα υπομιμνησκε διαμαρτυρομενος ενωπιον του κυριου μη λογομαχειν εις ουδεν χρησιμον επι καταστροφη των ακουοντων

15 σπουδασον σεαυτον δοκιμον παραστησαι τω θεω εργατην ανεπαισχυντον ορθοτομουντα τον λογον της αληθειας

16 τας δε βεβηλους κενοφωνιας περιιστασο επι πλειον γαρ προκοψουσιν ασεβειας

17 και ο λογος αυτων ως γαγγραινα νομην εξει ων εστιν υμεναιος και φιλητος

18 οιτινες περι την αληθειαν ηστοχησαν λεγοντες την αναστασιν ηδη γεγονεναι και ανατρεπουσιν την τινων πιστιν

19 ο μεντοι στερεος θεμελιος του θεου εστηκεν εχων την σφραγιδα ταυτην εγνω κυριος τους οντας αυτου και αποστητω απο αδικιας πας ο ονομαζων το ονομα χριστου

20 εν μεγαλη δε οικια ουκ εστιν μονον σκευη χρυσα και αργυρα αλλα και ξυλινα και οστρακινα και α μεν εις τιμην α δε εις ατιμιαν

21 εαν ουν τις εκκαθαρη εαυτον απο τουτων εσται σκευος εις τιμην ηγιασμενον και ευχρηστον τω δεσποτη εις παν εργον αγαθον ητοιμασμενον

22 τας δε νεωτερικας επιθυμιας φευγε διωκε δε δικαιοσυνην πιστιν αγαπην ειρηνην μετα των επικαλουμενων τον κυριον εκ καθαρας καρδιας

23 τας δε μωρας και απαιδευτους ζητησεις παραιτου ειδως οτι γεννωσιν μαχας

24 δουλον δε κυριου ου δει μαχεσθαι αλλ ηπιον ειναι προς παντας διδακτικον ανεξικακον

25 εν πραοτητι παιδευοντα τους αντιδιατιθεμενους μηποτε δω αυτοις ο θεος μετανοιαν εις επιγνωσιν αληθειας

26 και ανανηψωσιν εκ της του διαβολου παγιδος εζωγρημενοι υπ αυτου εις το εκεινου θελημα

The Appeal Renewed

You then, my son,(A) be strong(B) in the grace that is in Christ Jesus. And the things you have heard me say(C) in the presence of many witnesses(D) entrust to reliable people who will also be qualified to teach others. Join with me in suffering,(E) like a good soldier(F) of Christ Jesus. No one serving as a soldier gets entangled in civilian affairs, but rather tries to please his commanding officer. Similarly, anyone who competes as an athlete does not receive the victor’s crown(G) except by competing according to the rules. The hardworking farmer should be the first to receive a share of the crops.(H) Reflect on what I am saying, for the Lord will give you insight into all this.

Remember Jesus Christ, raised from the dead,(I) descended from David.(J) This is my gospel,(K) for which I am suffering(L) even to the point of being chained(M) like a criminal. But God’s word(N) is not chained. 10 Therefore I endure everything(O) for the sake of the elect,(P) that they too may obtain the salvation(Q) that is in Christ Jesus, with eternal glory.(R)

11 Here is a trustworthy saying:(S)

If we died with him,
    we will also live with him;(T)
12 if we endure,
    we will also reign with him.(U)
If we disown him,
    he will also disown us;(V)
13 if we are faithless,
    he remains faithful,(W)
    for he cannot disown himself.

Dealing With False Teachers

14 Keep reminding God’s people of these things. Warn them before God against quarreling about words;(X) it is of no value, and only ruins those who listen. 15 Do your best to present yourself to God as one approved, a worker who does not need to be ashamed and who correctly handles the word of truth.(Y) 16 Avoid godless chatter,(Z) because those who indulge in it will become more and more ungodly. 17 Their teaching will spread like gangrene. Among them are Hymenaeus(AA) and Philetus, 18 who have departed from the truth. They say that the resurrection has already taken place,(AB) and they destroy the faith of some.(AC) 19 Nevertheless, God’s solid foundation stands firm,(AD) sealed with this inscription: “The Lord knows those who are his,”(AE) and, “Everyone who confesses the name of the Lord(AF) must turn away from wickedness.”

20 In a large house there are articles not only of gold and silver, but also of wood and clay; some are for special purposes and some for common use.(AG) 21 Those who cleanse themselves from the latter will be instruments for special purposes, made holy, useful to the Master and prepared to do any good work.(AH)

22 Flee the evil desires of youth and pursue righteousness, faith, love(AI) and peace, along with those who call on the Lord(AJ) out of a pure heart.(AK) 23 Don’t have anything to do with foolish and stupid arguments, because you know they produce quarrels.(AL) 24 And the Lord’s servant must not be quarrelsome but must be kind to everyone, able to teach, not resentful.(AM) 25 Opponents must be gently instructed, in the hope that God will grant them repentance leading them to a knowledge of the truth,(AN) 26 and that they will come to their senses and escape from the trap of the devil,(AO) who has taken them captive to do his will.