ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4
SBL Greek New Testament
4 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων 2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. 4 ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον, 5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.
6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος [a]Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας, 7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· 8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. 9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, 10 εἰς τοῦτο [b]γὰρ κοπιῶμεν καὶ [c]ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
11 Παράγγελλε ταῦτα καὶ δίδασκε. 12 μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν [d]ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. 13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. 15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ [e]ᾖ πᾶσιν· 16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
Footnotes
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4:6 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4:10 γὰρ WH Treg NIV ] + καὶ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4:10 ὀνειδιζόμεθα RP] ἀγωνιζόμεθα WH Treg NIV
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4:12 ἀγάπῃ WH Treg NIV ] + ἐν πνεύματι RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4:15 ᾖ WH Treg NIV ] + ἐν RP
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4
1881 Westcott-Hort New Testament
4 το δε πνευμα ρητως λεγει οτι εν υστεροις καιροις αποστησονται τινες της πιστεως προσεχοντες πνευμασιν πλανοις και διδασκαλιαις δαιμονιων
2 εν υποκρισει ψευδολογων κεκαυστηριασμενων την ιδιαν συνειδησιν
3 κωλυοντων γαμειν απεχεσθαι βρωματων α ο θεος εκτισεν εις μεταλημψιν μετα ευχαριστιας τοις πιστοις και επεγνωκοσιν την αληθειαν
4 οτι παν κτισμα θεου καλον και ουδεν αποβλητον μετα ευχαριστιας λαμβανομενον
5 αγιαζεται γαρ δια λογου θεου και εντευξεως
6 ταυτα υποτιθεμενος τοις αδελφοις καλος εση διακονος χριστου ιησου εντρεφομενος τοις λογοις της πιστεως και της καλης διδασκαλιας η παρηκολουθηκας
7 τους δε βεβηλους και γραωδεις μυθους παραιτου γυμναζε δε σεαυτον προς ευσεβειαν
8 η γαρ σωματικη γυμνασια προς ολιγον εστιν ωφελιμος η δε ευσεβεια προς παντα ωφελιμος εστιν επαγγελιαν εχουσα ζωης της νυν και της μελλουσης
9 πιστος ο λογος και πασης αποδοχης αξιος
10 εις τουτο γαρ κοπιωμεν και αγωνιζομεθα οτι ηλπικαμεν επι θεω ζωντι ος εστιν σωτηρ παντων ανθρωπων μαλιστα πιστων
11 παραγγελλε ταυτα και διδασκε
12 μηδεις σου της νεοτητος καταφρονειτω αλλα τυπος γινου των πιστων εν λογω εν αναστροφη εν αγαπη εν πιστει εν αγνεια
13 εως ερχομαι προσεχε τη αναγνωσει τη παρακλησει τη διδασκαλια
14 μη αμελει του εν σοι χαρισματος ο εδοθη σοι δια προφητειας μετα επιθεσεως των χειρων του πρεσβυτεριου
15 ταυτα μελετα εν τουτοις ισθι ινα σου η προκοπη φανερα η πασιν
16 επεχε σεαυτω και τη διδασκαλια επιμενε αυτοις τουτο γαρ ποιων και σεαυτον σωσεις και τους ακουοντας σου
1 Timothy 4
New International Version
4 The Spirit(A) clearly says that in later times(B) some will abandon the faith and follow deceiving spirits(C) and things taught by demons. 2 Such teachings come through hypocritical liars, whose consciences have been seared as with a hot iron.(D) 3 They forbid people to marry(E) and order them to abstain from certain foods,(F) which God created(G) to be received with thanksgiving(H) by those who believe and who know the truth. 4 For everything God created is good,(I) and nothing is to be rejected(J) if it is received with thanksgiving, 5 because it is consecrated by the word of God(K) and prayer.
6 If you point these things out to the brothers and sisters,[a] you will be a good minister of Christ Jesus, nourished on the truths of the faith(L) and of the good teaching that you have followed.(M) 7 Have nothing to do with godless myths and old wives’ tales;(N) rather, train yourself to be godly.(O) 8 For physical training is of some value, but godliness has value for all things,(P) holding promise for both the present life(Q) and the life to come.(R) 9 This is a trustworthy saying(S) that deserves full acceptance. 10 That is why we labor and strive, because we have put our hope in the living God,(T) who is the Savior of all people,(U) and especially of those who believe.
11 Command and teach these things.(V) 12 Don’t let anyone look down on you(W) because you are young, but set an example(X) for the believers in speech, in conduct, in love, in faith(Y) and in purity. 13 Until I come,(Z) devote yourself to the public reading of Scripture,(AA) to preaching and to teaching. 14 Do not neglect your gift, which was given you through prophecy(AB) when the body of elders(AC) laid their hands on you.(AD)
15 Be diligent in these matters; give yourself wholly to them, so that everyone may see your progress. 16 Watch your life and doctrine closely. Persevere in them, because if you do, you will save(AE) both yourself and your hearers.
Footnotes
- 1 Timothy 4:6 The Greek word for brothers and sisters (adelphoi) refers here to believers, both men and women, as part of God’s family.
1 Timothy 4
King James Version
4 Now the Spirit speaketh expressly, that in the latter times some shall depart from the faith, giving heed to seducing spirits, and doctrines of devils;
2 Speaking lies in hypocrisy; having their conscience seared with a hot iron;
3 Forbidding to marry, and commanding to abstain from meats, which God hath created to be received with thanksgiving of them which believe and know the truth.
4 For every creature of God is good, and nothing to be refused, if it be received with thanksgiving:
5 For it is sanctified by the word of God and prayer.
6 If thou put the brethren in remembrance of these things, thou shalt be a good minister of Jesus Christ, nourished up in the words of faith and of good doctrine, whereunto thou hast attained.
7 But refuse profane and old wives' fables, and exercise thyself rather unto godliness.
8 For bodily exercise profiteth little: but godliness is profitable unto all things, having promise of the life that now is, and of that which is to come.
9 This is a faithful saying and worthy of all acceptation.
10 For therefore we both labour and suffer reproach, because we trust in the living God, who is the Saviour of all men, specially of those that believe.
11 These things command and teach.
12 Let no man despise thy youth; but be thou an example of the believers, in word, in conversation, in charity, in spirit, in faith, in purity.
13 Till I come, give attendance to reading, to exhortation, to doctrine.
14 Neglect not the gift that is in thee, which was given thee by prophecy, with the laying on of the hands of the presbytery.
15 Meditate upon these things; give thyself wholly to them; that thy profiting may appear to all.
16 Take heed unto thyself, and unto the doctrine; continue in them: for in doing this thou shalt both save thyself, and them that hear thee.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software
Holy Bible, New International Version®, NIV® Copyright ©1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.
NIV Reverse Interlinear Bible: English to Hebrew and English to Greek. Copyright © 2019 by Zondervan.