Add parallel Print Page Options

τῇ ἐλευθερίᾳ [a]ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.

Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. κατηργήθητε [b]ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.

Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν [c]τῇ ἀληθείᾳ μὴ πείθεσθαι; ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις [d]ἐὰν ᾖ. 11 ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.

13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· 14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ [e]πεπλήρωται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς [f]σεαυτόν. 15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.

16 Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα [g]γὰρ [h]ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ [i]ἐὰν θέλητε ταῦτα ποιῆτε. 18 εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά [j]ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 εἰδωλολατρία, φαρμακεία, ἔχθραι, [k]ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21 [l]φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν [m]καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.

22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. 24 οἱ δὲ τοῦ [n]Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. 25 εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:1 ἡμᾶς Χριστὸς ἠλευθέρωσεν στήκετε οὖν WH Treg NIV] οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν στήκετε RP
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:4 ἀπὸ WH Treg NIV] + τοῦ RP
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:7 τῇ NIV RP] – WH Treg
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:10 ἐὰν WH Treg NIV] ἂν RP
  5. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:14 πεπλήρωται WH Treg NIV] πληροῦται RP
  6. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:14 σεαυτόν WH Treg NIV] ἑαυτόν RP
  7. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:17 γὰρ WH Treg NIV] δὲ RP
  8. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:17 ἀλλήλοις ἀντίκειται WH Treg NIV] ἀντίκειται ἀλλήλοις RP
  9. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:17 ἐὰν WH Treg NIV] ἂν RP
  10. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:19 ἐστιν WH Treg NIV] + μοιχεία RP
  11. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:20 ἔρις ζῆλος WH Treg NIV] ἔρεις ζῆλοι RP
  12. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:21 φθόνοι WH NIV] + φόνοι Treg RP
  13. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:21 καθὼς WH Treg NIV] + καὶ RP
  14. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:24 Χριστοῦ RP] + Ἰησοῦ WH Treg NIV

So bestehet nun in der Freiheit, zu der uns Christus befreit hat, und lasset euch nicht wiederum in das knechtische Joch fangen.

Siehe, ich, Paulus, sage euch: Wo ihr euch beschneiden lasset, so nützt euch Christus nichts.

Ich bezeuge abermals einem jeden, der sich beschneiden läßt, daß er das ganze Gesetz schuldig ist zu tun.

Ihr habt Christum verloren, die ihr durch das Gesetz gerecht werden wollt, und seid von der Gnade gefallen.

Wir aber warten im Geist durch den Glauben der Gerechtigkeit, auf die man hoffen muß.

Denn in Christo Jesu gilt weder Beschneidung noch unbeschnitten sein etwas, sondern der Glaube, der durch die Liebe tätig ist.

Ihr liefet fein. Wer hat euch aufgehalten, der Wahrheit nicht zu gehorchen?

Solch Überreden ist nicht von dem, der euch berufen hat.

Ein wenig Sauerteig versäuert den ganzen Teig.

10 Ich versehe mich zu euch in dem HERRN, ihr werdet nicht anders gesinnt sein. Wer euch aber irremacht, der wird sein Urteil tragen, er sei, wer er wolle.

11 Ich aber, liebe Brüder, so ich die Beschneidung noch predige, warum leide ich denn Verfolgung? So hätte ja das Ärgernis des Kreuzes aufgehört.

12 Wollte Gott, daß sie auch ausgerottet würden, die euch verstören!

13 Ihr aber, liebe Brüder, seid zur Freiheit berufen! Allein sehet zu, daß ihr durch die Freiheit dem Fleisch nicht Raum gebet; sondern durch die Liebe diene einer dem andern.

14 Denn alle Gesetze werden in einem Wort erfüllt, in dem: "Liebe deinen Nächsten wie dich selbst."

15 So ihr euch aber untereinander beißet und fresset, so seht zu, daß ihr nicht untereinander verzehrt werdet.

16 Ich sage aber: Wandelt im Geist, so werdet ihr die Lüste des Fleisches nicht vollbringen.

17 Denn das Fleisch gelüstet wider den Geist, und der Geist wider das Fleisch; dieselben sind widereinander, daß ihr nicht tut, was ihr wollt.

18 Regiert euch aber der Geist, so seid ihr nicht unter dem Gesetz.

19 Offenbar sind aber die Werke des Fleisches, als da sind: Ehebruch, Hurerei, Unreinigkeit, Unzucht,

20 Abgötterei, Zauberei, Feindschaft, Hader, Neid, Zorn, Zank, Zwietracht, Rotten, Haß, Mord,

21 Saufen, Fressen und dergleichen, von welchen ich euch zuvor gesagt und sage noch zuvor, daß, die solches tun, werden das Reich Gottes nicht erben.

22 Die Frucht aber des Geistes ist Liebe, Freude, Friede, Geduld, Freundlichkeit, Gütigkeit, Glaube, Sanftmut, Keuschheit.

23 Wider solche ist das Gesetz nicht.

24 Welche aber Christo angehören, die kreuzigen ihr Fleisch samt den Lüsten und Begierden.

25 So wir im Geist leben, so lasset uns auch im Geist wandeln.

26 Lasset uns nicht eitler Ehre geizig sein, einander zu entrüsten und zu hassen.

τη ελευθερια ημας χριστος ηλευθερωσεν στηκετε ουν και μη παλιν ζυγω δουλειας ενεχεσθε

ιδε εγω παυλος λεγω υμιν οτι εαν περιτεμνησθε χριστος υμας ουδεν ωφελησει

μαρτυρομαι δε παλιν παντι ανθρωπω περιτεμνομενω οτι οφειλετης εστιν ολον τον νομον ποιησαι

κατηργηθητε απο χριστου οιτινες εν νομω δικαιουσθε της χαριτος εξεπεσατε

ημεις γαρ πνευματι εκ πιστεως ελπιδα δικαιοσυνης απεκδεχομεθα

εν γαρ χριστω [ιησου] ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα πιστις δι αγαπης ενεργουμενη

ετρεχετε καλως τις υμας ενεκοψεν αληθεια μη πειθεσθαι

η πεισμονη ουκ εκ του καλουντος υμας

μικρα ζυμη ολον το φυραμα ζυμοι

10 εγω πεποιθα εις υμας εν κυριω οτι ουδεν αλλο φρονησετε ο δε ταρασσων υμας βαστασει το κριμα οστις εαν η

11 εγω δε αδελφοι ει περιτομην ετι κηρυσσω τι ετι διωκομαι αρα κατηργηται το σκανδαλον του σταυρου

12 οφελον και αποκοψονται οι αναστατουντες υμας

13 υμεις γαρ επ ελευθερια εκληθητε αδελφοι μονον μη την ελευθεριαν εις αφορμην τη σαρκι αλλα δια της αγαπης δουλευετε αλληλοις

14 ο γαρ πας νομος εν ενι λογω πεπληρωται εν τω αγαπησεις τον πλησιον σου ως σεαυτον

15 ει δε αλληλους δακνετε και κατεσθιετε βλεπετε μη υπ αλληλων αναλωθητε

16 λεγω δε πνευματι περιπατειτε και επιθυμιαν σαρκος ου μη τελεσητε

17 η γαρ σαρξ επιθυμει κατα του πνευματος το δε πνευμα κατα της σαρκος ταυτα γαρ αλληλοις αντικειται ινα μη α εαν θελητε ταυτα ποιητε

18 ει δε πνευματι αγεσθε ουκ εστε υπο νομον

19 φανερα δε εστιν τα εργα της σαρκος ατινα εστιν πορνεια ακαθαρσια ασελγεια

20 ειδωλολατρια φαρμακεια εχθραι ερις ζηλος θυμοι εριθειαι διχοστασιαι αιρεσεις

21 φθονοι μεθαι κωμοι και τα ομοια τουτοις α προλεγω υμιν καθως προειπον οτι οι τα τοιαυτα πρασσοντες βασιλειαν θεου ου κληρονομησουσιν

22 ο δε καρπος του πνευματος εστιν αγαπη χαρα ειρηνη μακροθυμια χρηστοτης αγαθωσυνη πιστις

23 πραυτης εγκρατεια κατα των τοιουτων ουκ εστιν νομος

24 οι δε του χριστου ιησου την σαρκα εσταυρωσαν συν τοις παθημασιν και ταις επιθυμιαις

25 ει ζωμεν πνευματι πνευματι και στοιχωμεν

26 μη γινωμεθα κενοδοξοι αλληλους προκαλουμενοι αλληλοις φθονουντες

Freedom in Christ

It is for freedom that Christ has set us free.(A) Stand firm,(B) then, and do not let yourselves be burdened again by a yoke of slavery.(C)

Mark my words! I, Paul, tell you that if you let yourselves be circumcised,(D) Christ will be of no value to you at all. Again I declare to every man who lets himself be circumcised that he is obligated to obey the whole law.(E) You who are trying to be justified by the law(F) have been alienated from Christ; you have fallen away from grace.(G) For through the Spirit we eagerly await by faith the righteousness for which we hope.(H) For in Christ Jesus(I) neither circumcision nor uncircumcision has any value.(J) The only thing that counts is faith expressing itself through love.(K)

You were running a good race.(L) Who cut in on you(M) to keep you from obeying the truth? That kind of persuasion does not come from the one who calls you.(N) “A little yeast works through the whole batch of dough.”(O) 10 I am confident(P) in the Lord that you will take no other view.(Q) The one who is throwing you into confusion,(R) whoever that may be, will have to pay the penalty. 11 Brothers and sisters, if I am still preaching circumcision, why am I still being persecuted?(S) In that case the offense(T) of the cross has been abolished. 12 As for those agitators,(U) I wish they would go the whole way and emasculate themselves!

Life by the Spirit

13 You, my brothers and sisters, were called to be free.(V) But do not use your freedom to indulge the flesh[a];(W) rather, serve one another(X) humbly in love. 14 For the entire law is fulfilled in keeping this one command: “Love your neighbor as yourself.”[b](Y) 15 If you bite and devour each other, watch out or you will be destroyed by each other.

16 So I say, walk by the Spirit,(Z) and you will not gratify the desires of the flesh.(AA) 17 For the flesh desires what is contrary to the Spirit, and the Spirit what is contrary to the flesh.(AB) They are in conflict with each other, so that you are not to do whatever[c] you want.(AC) 18 But if you are led by the Spirit,(AD) you are not under the law.(AE)

19 The acts of the flesh are obvious: sexual immorality,(AF) impurity and debauchery; 20 idolatry and witchcraft; hatred, discord, jealousy, fits of rage, selfish ambition, dissensions, factions 21 and envy; drunkenness, orgies, and the like.(AG) I warn you, as I did before, that those who live like this will not inherit the kingdom of God.(AH)

22 But the fruit(AI) of the Spirit is love,(AJ) joy, peace,(AK) forbearance, kindness, goodness, faithfulness, 23 gentleness and self-control.(AL) Against such things there is no law.(AM) 24 Those who belong to Christ Jesus have crucified the flesh(AN) with its passions and desires.(AO) 25 Since we live by the Spirit,(AP) let us keep in step with the Spirit. 26 Let us not become conceited,(AQ) provoking and envying each other.

Footnotes

  1. Galatians 5:13 In contexts like this, the Greek word for flesh (sarx) refers to the sinful state of human beings, often presented as a power in opposition to the Spirit; also in verses 16, 17, 19 and 24; and in 6:8.
  2. Galatians 5:14 Lev. 19:18
  3. Galatians 5:17 Or you do not do what