ΚΑΤΑ ΜΑΡΚΟΝ 7
SBL Greek New Testament
7 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων 2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ [a]ὅτι κοιναῖς χερσίν, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίουσιν [b]τοὺς [c]ἄρτους— 3 οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, 4 καὶ ἀπ’ [d]ἀγορᾶς ἐὰν μὴ [e]βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων [f]καὶ κλινῶν— 5 [g]καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί [h]οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ [i]κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον; 6 ὁ [j]δὲ εἶπεν [k]αὐτοῖς· Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται [l]ὅτι Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· 7 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων· 8 [m]ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν [n]ἀνθρώπων.
9 Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν [o]τηρήσητε· 10 Μωϋσῆς γὰρ εἶπεν· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11 ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί· Κορβᾶν, ὅ ἐστιν Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 12 [p]οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ [q]πατρὶ ἢ τῇ [r]μητρί, 13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
14 Καὶ προσκαλεσάμενος [s]πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς· [t]Ἀκούσατέ μου πάντες καὶ [u]σύνετε. 15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται [v]κοινῶσαι αὐτόν· ἀλλὰ τὰ [w]ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν [x]ἄνθρωπον.
17 Καὶ ὅτε εἰσῆλθεν [y]εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ [z]τὴν παραβολήν. 18 καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;— [aa]καθαρίζων πάντα τὰ βρώματα. 20 ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον· 21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, [ab]πορνεῖαι, κλοπαί, φόνοι, 22 μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.
24 [ac]Ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ [ad]ὅρια [ae]Τύρου. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· 25 [af]ἀλλ’ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26 [ag]ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 [ah]καὶ ἔλεγεν αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ [ai]καλόν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ [aj]τοῖς κυναρίοις βαλεῖν. 28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· [ak]Κύριε, [al]καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης [am]ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν [an]ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον. 30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ [ao]παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.
31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου [ap]ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 καὶ φέρουσιν αὐτῷ κωφὸν [aq]καὶ [ar]μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ· Εφφαθα, ὅ ἐστιν Διανοίχθητι· 35 [as]καὶ [at]ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς· 36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ [au]λέγωσιν· ὅσον δὲ [av]αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον. 37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν [aw]καὶ ἀλάλους λαλεῖν.
Footnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:2 ὅτι κοιναῖς … ἀνίπτοις, ἐσθίουσιν WH Treg NIV ] κοιναῖς … ἀνίπτοις ἐσθίοντας RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:2 τοὺς WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:2 ἄρτους WH Treg NIV ] + ἐμέμψαντο RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:4 ἀγορᾶς WH Treg RP NA ] + ὅταν ἔλθωσιν NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:4 βαπτίσωνται Treg NIV RP ] ῥαντίσωνται WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:4 καὶ κλινῶν Treg RP NA ] – WH NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:5 καὶ WH Treg NIV ] Ἔπειτα RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:5 οὐ περιπατοῦσιν οἱ μαθηταί σου WH Treg NIV ] οἱ μαθηταί σου οὐ περιπατοῦσιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:5 κοιναῖς WH Treg NIV ] ἀνίπτοις RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:6 δὲ WH Treg NIV ] + ἀποκριθεὶς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:6 αὐτοῖς WH NIV ] ὅτι Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:6 ὅτι WH NIV ] – Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:8 ἀφέντες WH Treg NIV] + γὰρ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:8 ἀνθρώπων WH NIV ] + βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:9 τηρήσητε WH Treg NIV RP ] στήσητε WHmarg NA
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:12 οὐκέτι WH Treg NIV ] καὶ οὐκέτι RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:12 πατρὶ WH Treg NIV ] + αὐτοῦ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:12 μητρί WH Treg NIV ] + αὐτοῦ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:14 πάλιν WH Treg NIV ] πάντα RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:14 Ἀκούσατέ WH Treg NIV ] Ἀκούετέ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:14 σύνετε WH Treg NIV ] συνίετε RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:15 κοινῶσαι αὐτόν WH NIV ] αὐτὸν κοινῶσαι Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:15 ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά WH NIV ] + ἐκεῖνά Treg; ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ ἐκεῖνά RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:15 ἄνθρωπον WH NIV ] + 16 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:17 εἰς WH Treg RP NA ] + τὸν NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:17 τὴν παραβολήν WH Treg NIV ] περὶ τῆς παραβολῆς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:19 καθαρίζων WH Treg NIV ] καθαρίζον RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:21 πορνεῖαι κλοπαί φόνοι μοιχεῖαι WH Treg NIV ] μοιχεῖαι πορνεῖαι φόνοι κλοπαί RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:24 Ἐκεῖθεν δὲ WH NIV ] Καὶ ἐκεῖθεν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:24 ὅρια WH Treg NIV ] μεθόρια RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:24 Τύρου NIV ] + καὶ Σιδῶνος WH Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:25 ἀλλ’ εὐθὺς ἀκούσασα WH Treg NIV ] Ἀκούσασα γὰρ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:26 ἡ δὲ γυνὴ ἦν WH NIV ] ἡ γυνὴ δὲ ἦν Treg; ἦν δὲ ἡ γυνὴ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:27 καὶ ἔλεγεν WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς εἶπεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:27 καλόν ἐστιν RP] ἐστιν καλὸν WH Treg NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:27 τοῖς κυναρίοις βαλεῖν WH Treg NIV ] βαλεῖν τοῖς κυναρίοις RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:28 Κύριε Holmes NA ] Ναί κύριε WH Treg NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:28 καὶ WH Treg NA ] + γὰρ NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:28 ἐσθίουσιν WH Treg NIV ] ἐσθίει RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:29 ἐκ … σου τὸ δαιμόνιον WH NIV ] τὸ δαιμόνιον ἐκ … σου Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:30 παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός WH Treg NIV ] δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:31 ἦλθεν διὰ Σιδῶνος εἰς WH Treg NIV ] καὶ Σιδῶνος ἦλθεν πρὸς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:32 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:32 μογιλάλον WH NIV ] μογγιλάλον Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:35 καὶ WH Treg ] + εὐθέως NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:35 ἠνοίγησαν WH Treg NIV ] διηνοίχθησαν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:36 λέγωσιν WH Treg NIV ] εἴπωσιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:36 αὐτοῖς διεστέλλετο αὐτοὶ WH Treg NIV ] αὐτὸς αὐτοῖς διεστέλλετο RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:37 καὶ WH Treg ] + τοὺς NIV RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 7
1881 Westcott-Hort New Testament
7 και συναγονται προς αυτον οι φαρισαιοι και τινες των γραμματεων ελθοντες απο ιεροσολυμων
2 και ιδοντες τινας των μαθητων αυτου οτι κοιναις χερσιν τουτ εστιν ανιπτοις εσθιουσιν τους αρτους
3 οι γαρ φαρισαιοι και παντες οι ιουδαιοι εαν μη πυγμη νιψωνται τας χειρας ουκ εσθιουσιν κρατουντες την παραδοσιν των πρεσβυτερων
4 και απ αγορας εαν μη ραντισωνται ουκ εσθιουσιν και αλλα πολλα εστιν α παρελαβον κρατειν βαπτισμους ποτηριων και ξεστων και χαλκιων
5 και επερωτωσιν αυτον οι φαρισαιοι και οι γραμματεις δια τι ου περιπατουσιν οι μαθηται σου κατα την παραδοσιν των πρεσβυτερων αλλα κοιναις χερσιν εσθιουσιν τον αρτον
6 ο δε ειπεν αυτοις καλως επροφητευσεν ησαιας περι υμων των υποκριτων ως γεγραπται οτι ουτος ο λαος τοις χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου
7 ματην δε σεβονται με διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων
8 αφεντες την εντολην του θεου κρατειτε την παραδοσιν των ανθρωπων
9 και ελεγεν αυτοις καλως αθετειτε την εντολην του θεου ινα την παραδοσιν υμων τηρησητε
10 μωυσης γαρ ειπεν τιμα τον πατερα σου και την μητερα σου και ο κακολογων πατερα η μητερα θανατω τελευτατω
11 υμεις δε λεγετε εαν ειπη ανθρωπος τω πατρι η τη μητρι κορβαν ο εστιν δωρον ο εαν εξ εμου ωφεληθης
12 ουκετι αφιετε αυτον ουδεν ποιησαι τω πατρι η τη μητρι
13 ακυρουντες τον λογον του θεου τη παραδοσει υμων η παρεδωκατε και παρομοια τοιαυτα πολλα ποιειτε
14 και προσκαλεσαμενος παλιν τον οχλον ελεγεν αυτοις ακουσατε μου παντες και συνετε
15 ουδεν εστιν εξωθεν του ανθρωπου εισπορευομενον εις αυτον ο δυναται κοινωσαι αυτον αλλα τα εκ του ανθρωπου εκπορευομενα εστιν τα κοινουντα τον ανθρωπον
16 17 και οτε εισηλθεν εις οικον απο του οχλου επηρωτων αυτον οι μαθηται αυτου την παραβολην
18 και λεγει αυτοις ουτως και υμεις ασυνετοι εστε ου νοειτε οτι παν το εξωθεν εισπορευομενον εις τον ανθρωπον ου δυναται αυτον κοινωσαι
19 οτι ουκ εισπορευεται αυτου εις την καρδιαν αλλ εις την κοιλιαν και εις τον αφεδρωνα εκπορευεται καθαριζων παντα τα βρωματα
20 ελεγεν δε οτι το εκ του ανθρωπου εκπορευομενον εκεινο κοινοι τον ανθρωπον
21 εσωθεν γαρ εκ της καρδιας των ανθρωπων οι διαλογισμοι οι κακοι εκπορευονται πορνειαι κλοπαι φονοι
22 μοιχειαι πλεονεξιαι πονηριαι δολος ασελγεια οφθαλμος πονηρος βλασφημια υπερηφανια αφροσυνη
23 παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον
24 εκειθεν δε αναστας απηλθεν εις τα ορια τυρου [και σιδωνος] και εισελθων εις οικιαν ουδενα ηθελεν γνωναι και ουκ ηδυνασθη λαθειν
25 αλλ ευθυς ακουσασα γυνη περι αυτου ης ειχεν το θυγατριον αυτης πνευμα ακαθαρτον ελθουσα προσεπεσεν προς τους ποδας αυτου
26 η δε γυνη ην ελληνις συροφοινικισσα τω γενει και ηρωτα αυτον ινα το δαιμονιον εκβαλη εκ της θυγατρος αυτης
27 και ελεγεν αυτη αφες πρωτον χορτασθηναι τα τεκνα ου γαρ εστιν καλον λαβειν τον αρτον των τεκνων και τοις κυναριοις βαλειν
28 η δε απεκριθη και λεγει αυτω ναι κυριε και τα κυναρια υποκατω της τραπεζης εσθιουσιν απο των ψιχιων των παιδιων
29 και ειπεν αυτη δια τουτον τον λογον υπαγε εξεληλυθεν εκ της θυγατρος σου το δαιμονιον
30 και απελθουσα εις τον οικον αυτης ευρεν το παιδιον βεβλημενον επι την κλινην και το δαιμονιον εξεληλυθος
31 και παλιν εξελθων εκ των οριων τυρου ηλθεν δια σιδωνος εις την θαλασσαν της γαλιλαιας ανα μεσον των οριων δεκαπολεως
32 και φερουσιν αυτω κωφον και μογιλαλον και παρακαλουσιν αυτον ινα επιθη αυτω την χειρα
33 και απολαβομενος αυτον απο του οχλου κατ ιδιαν εβαλεν τους δακτυλους αυτου εις τα ωτα αυτου και πτυσας ηψατο της γλωσσης αυτου
34 και αναβλεψας εις τον ουρανον εστεναξεν και λεγει αυτω εφφαθα ο εστιν διανοιχθητι
35 και ηνοιγησαν αυτου αι ακοαι και ελυθη ο δεσμος της γλωσσης αυτου και ελαλει ορθως
36 και διεστειλατο αυτοις ινα μηδενι λεγωσιν οσον δε αυτοις διεστελλετο αυτοι μαλλον περισσοτερον εκηρυσσον
37 και υπερπερισσως εξεπλησσοντο λεγοντες καλως παντα πεποιηκεν και τους κωφους ποιει ακουειν και αλαλους λαλειν
Mark 7
King James Version
7 Then came together unto him the Pharisees, and certain of the scribes, which came from Jerusalem.
2 And when they saw some of his disciples eat bread with defiled, that is to say, with unwashen, hands, they found fault.
3 For the Pharisees, and all the Jews, except they wash their hands oft, eat not, holding the tradition of the elders.
4 And when they come from the market, except they wash, they eat not. And many other things there be, which they have received to hold, as the washing of cups, and pots, brasen vessels, and of tables.
5 Then the Pharisees and scribes asked him, Why walk not thy disciples according to the tradition of the elders, but eat bread with unwashen hands?
6 He answered and said unto them, Well hath Esaias prophesied of you hypocrites, as it is written, This people honoureth me with their lips, but their heart is far from me.
7 Howbeit in vain do they worship me, teaching for doctrines the commandments of men.
8 For laying aside the commandment of God, ye hold the tradition of men, as the washing of pots and cups: and many other such like things ye do.
9 And he said unto them, Full well ye reject the commandment of God, that ye may keep your own tradition.
10 For Moses said, Honour thy father and thy mother; and, Whoso curseth father or mother, let him die the death:
11 But ye say, If a man shall say to his father or mother, It is Corban, that is to say, a gift, by whatsoever thou mightest be profited by me; he shall be free.
12 And ye suffer him no more to do ought for his father or his mother;
13 Making the word of God of none effect through your tradition, which ye have delivered: and many such like things do ye.
14 And when he had called all the people unto him, he said unto them, Hearken unto me every one of you, and understand:
15 There is nothing from without a man, that entering into him can defile him: but the things which come out of him, those are they that defile the man.
16 If any man have ears to hear, let him hear.
17 And when he was entered into the house from the people, his disciples asked him concerning the parable.
18 And he saith unto them, Are ye so without understanding also? Do ye not perceive, that whatsoever thing from without entereth into the man, it cannot defile him;
19 Because it entereth not into his heart, but into the belly, and goeth out into the draught, purging all meats?
20 And he said, That which cometh out of the man, that defileth the man.
21 For from within, out of the heart of men, proceed evil thoughts, adulteries, fornications, murders,
22 Thefts, covetousness, wickedness, deceit, lasciviousness, an evil eye, blasphemy, pride, foolishness:
23 All these evil things come from within, and defile the man.
24 And from thence he arose, and went into the borders of Tyre and Sidon, and entered into an house, and would have no man know it: but he could not be hid.
25 For a certain woman, whose young daughter had an unclean spirit, heard of him, and came and fell at his feet:
26 The woman was a Greek, a Syrophenician by nation; and she besought him that he would cast forth the devil out of her daughter.
27 But Jesus said unto her, Let the children first be filled: for it is not meet to take the children's bread, and to cast it unto the dogs.
28 And she answered and said unto him, Yes, Lord: yet the dogs under the table eat of the children's crumbs.
29 And he said unto her, For this saying go thy way; the devil is gone out of thy daughter.
30 And when she was come to her house, she found the devil gone out, and her daughter laid upon the bed.
31 And again, departing from the coasts of Tyre and Sidon, he came unto the sea of Galilee, through the midst of the coasts of Decapolis.
32 And they bring unto him one that was deaf, and had an impediment in his speech; and they beseech him to put his hand upon him.
33 And he took him aside from the multitude, and put his fingers into his ears, and he spit, and touched his tongue;
34 And looking up to heaven, he sighed, and saith unto him, Ephphatha, that is, Be opened.
35 And straightway his ears were opened, and the string of his tongue was loosed, and he spake plain.
36 And he charged them that they should tell no man: but the more he charged them, so much the more a great deal they published it;
37 And were beyond measure astonished, saying, He hath done all things well: he maketh both the deaf to hear, and the dumb to speak.
Mark 7
New King James Version
Defilement Comes from Within(A)
7 Then (B)the Pharisees and some of the scribes came together to Him, having come from Jerusalem. 2 Now [a]when they saw some of His disciples eat bread with defiled, that is, with (C)unwashed hands, [b]they found fault. 3 For the Pharisees and all the Jews do not eat unless they wash their hands [c]in a special way, holding the (D)tradition of the elders. 4 When they come from the marketplace, they do not eat unless they wash. And there are many other things which they have received and hold, like the washing of cups, pitchers, copper vessels, and couches.
5 (E)Then the Pharisees and scribes asked Him, “Why do Your disciples not walk according to the tradition of the elders, but eat bread with unwashed hands?”
6 He answered and said to them, “Well did Isaiah prophesy of you (F)hypocrites, as it is written:
(G)‘This people honors Me with their lips,
But their heart is far from Me.
7 And in vain they worship Me,
Teaching as doctrines the commandments of men.’
8 For laying aside the commandment of God, you hold the tradition of men—[d]the washing of pitchers and cups, and many other such things you do.”
9 He said to them, “All too well (H)you [e]reject the commandment of God, that you may keep your tradition. 10 For Moses said, (I)‘Honor your father and your mother’; and, (J)‘He who curses father or mother, let him be put to death.’ 11 But you say, ‘If a man says to his father or mother, (K)“Whatever profit you might have received from me is Corban”—’ (that is, a gift to God), 12 then you no longer let him do anything for his father or his mother, 13 making the word of God of no effect through your tradition which you have handed down. And many such things you do.”
14 (L)When He had called all the multitude to Himself, He said to them, “Hear Me, everyone, and (M)understand: 15 There is nothing that enters a man from outside which can defile him; but the things which come out of him, those are the things that (N)defile a man. 16 (O)If[f] anyone has ears to hear, let him hear!”
17 (P)When He had entered a house away from the crowd, His disciples asked Him concerning the parable. 18 So He said to them, (Q)“Are you thus without understanding also? Do you not perceive that whatever enters a man from outside cannot defile him, 19 because it does not enter his heart but his stomach, and is eliminated, [g]thus purifying all foods?” 20 And He said, (R)“What comes out of a man, that defiles a man. 21 (S)For from within, out of the heart of men, (T)proceed evil thoughts, (U)adulteries, (V)fornications, murders, 22 thefts, (W)covetousness, wickedness, (X)deceit, (Y)lewdness, an evil eye, (Z)blasphemy, (AA)pride, foolishness. 23 All these evil things come from within and defile a man.”
A Gentile Shows Her Faith(AB)
24 (AC)From there He arose and went to the region of Tyre [h]and Sidon. And He entered a house and wanted no one to know it, but He could not be (AD)hidden. 25 For a woman whose young daughter had an unclean spirit heard about Him, and she came and (AE)fell at His feet. 26 The woman was a [i]Greek, a [j]Syro-Phoenician by birth, and she kept [k]asking Him to cast the demon out of her daughter. 27 But Jesus said to her, “Let the children be filled first, for it is not good to take the children’s bread and throw it to the little dogs.”
28 And she answered and said to Him, “Yes, Lord, yet even the little dogs under the table eat from the children’s crumbs.”
29 Then He said to her, “For this saying go your way; the demon has gone out of your daughter.”
30 And when she had come to her house, she found the demon gone out, and her daughter lying on the bed.
Jesus Heals a Deaf-Mute(AF)
31 (AG)Again, departing from the region of Tyre and Sidon, He came through the midst of the region of Decapolis to the Sea of Galilee. 32 Then (AH)they brought to Him one who was deaf and had an impediment in his speech, and they begged Him to put His hand on him. 33 And He took him aside from the multitude, and put His fingers in his ears, and (AI)He spat and touched his tongue. 34 Then, (AJ)looking up to heaven, (AK)He sighed, and said to him, “Ephphatha,” that is, “Be opened.”
35 (AL)Immediately his ears were opened, and the [l]impediment of his tongue was loosed, and he spoke plainly. 36 Then (AM)He commanded them that they should tell no one; but the more He commanded them, the more widely they proclaimed it. 37 And they were (AN)astonished beyond measure, saying, “He has done all things well. He (AO)makes both the deaf to hear and the mute to speak.”
Footnotes
- Mark 7:2 NU omits when
- Mark 7:2 NU omits they found fault
- Mark 7:3 Lit. with the fist
- Mark 7:8 NU omits the rest of v. 8.
- Mark 7:9 set aside
- Mark 7:16 NU omits v. 16.
- Mark 7:19 NU sets off the final phrase as Mark’s comment that Jesus has declared all foods clean.
- Mark 7:24 NU omits and Sidon
- Mark 7:26 Gentile
- Mark 7:26 A Syrian of Phoenicia
- Mark 7:26 begging
- Mark 7:35 Lit. bond
Mark 7
New International Version
That Which Defiles(A)
7 The Pharisees and some of the teachers of the law who had come from Jerusalem gathered around Jesus 2 and saw some of his disciples eating food with hands that were defiled,(B) that is, unwashed. 3 (The Pharisees and all the Jews do not eat unless they give their hands a ceremonial washing, holding to the tradition of the elders.(C) 4 When they come from the marketplace they do not eat unless they wash. And they observe many other traditions, such as the washing of cups, pitchers and kettles.[a])(D)
5 So the Pharisees and teachers of the law asked Jesus, “Why don’t your disciples live according to the tradition of the elders(E) instead of eating their food with defiled hands?”
6 He replied, “Isaiah was right when he prophesied about you hypocrites; as it is written:
“‘These people honor me with their lips,
but their hearts are far from me.
7 They worship me in vain;
their teachings are merely human rules.’[b](F)
8 You have let go of the commands of God and are holding on to human traditions.”(G)
9 And he continued, “You have a fine way of setting aside the commands of God in order to observe[c] your own traditions!(H) 10 For Moses said, ‘Honor your father and mother,’[d](I) and, ‘Anyone who curses their father or mother is to be put to death.’[e](J) 11 But you say(K) that if anyone declares that what might have been used to help their father or mother is Corban (that is, devoted to God)— 12 then you no longer let them do anything for their father or mother. 13 Thus you nullify the word of God(L) by your tradition(M) that you have handed down. And you do many things like that.”
14 Again Jesus called the crowd to him and said, “Listen to me, everyone, and understand this. 15 Nothing outside a person can defile them by going into them. Rather, it is what comes out of a person that defiles them.” [16] [f]
17 After he had left the crowd and entered the house, his disciples asked him(N) about this parable. 18 “Are you so dull?” he asked. “Don’t you see that nothing that enters a person from the outside can defile them? 19 For it doesn’t go into their heart but into their stomach, and then out of the body.” (In saying this, Jesus declared all foods(O) clean.)(P)
20 He went on: “What comes out of a person is what defiles them. 21 For it is from within, out of a person’s heart, that evil thoughts come—sexual immorality, theft, murder, 22 adultery, greed,(Q) malice, deceit, lewdness, envy, slander, arrogance and folly. 23 All these evils come from inside and defile a person.”
Jesus Honors a Syrophoenician Woman’s Faith(R)
24 Jesus left that place and went to the vicinity of Tyre.[g](S) He entered a house and did not want anyone to know it; yet he could not keep his presence secret. 25 In fact, as soon as she heard about him, a woman whose little daughter was possessed by an impure spirit(T) came and fell at his feet. 26 The woman was a Greek, born in Syrian Phoenicia. She begged Jesus to drive the demon out of her daughter.
27 “First let the children eat all they want,” he told her, “for it is not right to take the children’s bread and toss it to the dogs.”
28 “Lord,” she replied, “even the dogs under the table eat the children’s crumbs.”
29 Then he told her, “For such a reply, you may go; the demon has left your daughter.”
30 She went home and found her child lying on the bed, and the demon gone.
Jesus Heals a Deaf and Mute Man(U)
31 Then Jesus left the vicinity of Tyre(V) and went through Sidon, down to the Sea of Galilee(W) and into the region of the Decapolis.[h](X) 32 There some people brought to him a man who was deaf and could hardly talk,(Y) and they begged Jesus to place his hand on(Z) him.
33 After he took him aside, away from the crowd, Jesus put his fingers into the man’s ears. Then he spit(AA) and touched the man’s tongue. 34 He looked up to heaven(AB) and with a deep sigh(AC) said to him, “Ephphatha!” (which means “Be opened!”). 35 At this, the man’s ears were opened, his tongue was loosened and he began to speak plainly.(AD)
36 Jesus commanded them not to tell anyone.(AE) But the more he did so, the more they kept talking about it. 37 People were overwhelmed with amazement. “He has done everything well,” they said. “He even makes the deaf hear and the mute speak.”
Footnotes
- Mark 7:4 Some early manuscripts pitchers, kettles and dining couches
- Mark 7:7 Isaiah 29:13
- Mark 7:9 Some manuscripts set up
- Mark 7:10 Exodus 20:12; Deut. 5:16
- Mark 7:10 Exodus 21:17; Lev. 20:9
- Mark 7:16 Some manuscripts include here the words of 4:23.
- Mark 7:24 Many early manuscripts Tyre and Sidon
- Mark 7:31 That is, the Ten Cities
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software
Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.
Holy Bible, New International Version®, NIV® Copyright ©1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.
NIV Reverse Interlinear Bible: English to Hebrew and English to Greek. Copyright © 2019 by Zondervan.