Add parallel Print Page Options

Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ [a]συνάγεται πρὸς αὐτὸν ὄχλος [b]πλεῖστος, ὥστε αὐτὸν [c]εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς [d]ἦσαν. καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ [e]σπείρων σπεῖραι. καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. [f]καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες [g]ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ [h]εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· [i]καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος [j]ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. καὶ [k]ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ [l]αὐξανόμενα, καὶ ἔφερεν [m]ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν. καὶ ἔλεγεν· [n]Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω.

10 [o]Καὶ ὅτε ἐγένετο κατὰ μόνας, [p]ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα [q]τὰς παραβολάς. 11 καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν [r]τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, 12 ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ [s]αὐτοῖς.

13 Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 ὁ σπείρων τὸν λόγον σπείρει. 15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν [t]εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον [u]εἰς αὐτούς. 16 καὶ οὗτοί εἰσιν [v]ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον [w]εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον [x]εὐθὺς σκανδαλίζονται. 18 καὶ [y]ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· [z]οὗτοί εἰσιν οἱ τὸν λόγον [aa]ἀκούσαντες, 19 καὶ αἱ μέριμναι τοῦ [ab]αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 καὶ [ac]ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν [ad]ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.

21 Καὶ ἔλεγεν [ae]αὐτοῖς· Μήτι [af]ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν [ag]τεθῇ; 22 οὐ γάρ ἐστιν [ah]κρυπτὸν ἐὰν μὴ [ai]ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα [aj]ἔλθῃ εἰς φανερόν. 23 εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24 καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται [ak]ὑμῖν. 25 ὃς γὰρ [al]ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ [am]ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

26 Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ [an]ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος [ao]βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28 [ap]αὐτομάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, [aq]εἶτα στάχυν, εἶτα [ar]πλήρης σῖτον ἐν τῷ στάχυϊ. 29 ὅταν δὲ [as]παραδοῖ ὁ καρπός, [at]εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.

30 Καὶ ἔλεγεν· [au]Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν [av]τίνι [aw]αὐτὴν παραβολῇ θῶμεν; 31 ὡς [ax]κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, [ay]μικρότερον ὂν πάντων τῶν [az]σπερμάτων τῶν ἐπὶ τῆς γῆς— 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται [ba]μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.

33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ’ ἰδίαν δὲ τοῖς [bb]ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.

35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν. 36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα [bc]πλοῖα ἦν μετ’ αὐτοῦ. 37 καὶ γίνεται λαῖλαψ [bd]μεγάλη ἀνέμου, [be]καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε [bf]ἤδη γεμίζεσθαι τὸ πλοῖον. 38 καὶ [bg]αὐτὸς ἦν [bh]ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ [bi]ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; [bj]οὔπω ἔχετε πίστιν; 41 καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα [bk]ὑπακούει αὐτῷ;

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 συνάγεται WH Treg NIV ] συνήχθη RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 πλεῖστος WH Treg NIV ] πολύς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 εἰς πλοῖον ἐμβάντα WH Treg NIV ] ἐμβάντα εἰς τὸ πλοῖον RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 ἦσαν WH Treg NIV ] ἦν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:3 σπείρων WH NIV ] + τοῦ Treg RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:5 καὶ ἄλλο WH Treg NIV ] Ἄλλο δὲ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:5 ὅπου NIV RP ] καὶ ὅπου WH Treg
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:5 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος WH Treg NIV ] ἡλίου δὲ ἀνατείλαντος RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:6 ἐκαυματίσθη WH RP NA ] ἐκαυματίσθησαν Treg NIV
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:8 ἄλλα WH NIV ] ἄλλο Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:8 αὐξανόμενα WH NIV ] αὐξανόμενον Treg; αὐξάνοντα RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:8 ἓν … ἓν … ἓν NIV ] εἰς … ἐν … ἐν WH; εἰς … εἰς … εἰς Treg; ἐν … ἐν … ἐν RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:9 Ὃς ἔχει WH Treg NIV ] Ὃ ἔχων RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 Καὶ ὅτε WH Treg NIV ] Ὅτε δὲ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 ἠρώτων WH Treg NIV ] ἠρώτησαν RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 τὰς παραβολάς WH Treg NIV ] τὴν παραβολήν RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:11 τὸ μυστήριον δέδοται WH Treg NIV ] δέδοται γνῶναι τὸ μυστήριον RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:12 αὐτοῖς WH Treg NIV ] + τὰ ἁμαρτήματα RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εἰς αὐτούς WH Treg NIV ] ἐν ταῖς καρδίαις αὐτῶν RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 ὁμοίως WH Treg NIV RP ] – NA
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:17 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἄλλοι WH Treg NIV ] οὗτοί RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 οὗτοί εἰσιν WH Treg NIV ] – RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἀκούσαντες WH Treg NIV ] ἀκούοντες RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:19 αἰῶνος WH Treg NA ] + τούτου RP; βίου NIV
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἐκεῖνοί WH Treg NIV ] οὗτοί RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἓν … ἓν … ἓν NIV ] ἐν … ἐν … ἐν WH Treg RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 αὐτοῖς Treg NIV RP ] + ὅτι WH
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 ἔρχεται ὁ λύχνος WH Treg NIV ] ὁ λύχνος ἔρχεται RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 τεθῇ WH Treg NIV ] ἐπιτεθῇ RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 κρυπτὸν WH Treg NIV ] τι κρυπτόν, ὃ RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 ἵνα WH NIV ] – Treg RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 ἔλθῃ εἰς φανερόν WH Treg NIV ] εἰς φανερὸν ἔλθῃ RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:24 ὑμῖν WH Treg NIV ] + τοῖς ἀκούουσιν RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 ἔχει WH Treg NIV ] ἂν ἔχῃ RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 WH NIV RP ] ὃς Treg
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:26 ὡς WH Treg NIV ] + ἐὰν RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:27 βλαστᾷ WH Treg NIV ] βλαστάνῃ RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:28 αὐτομάτη WH Treg NIV ] + γὰρ RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:28 εἶτα … εἶτα Treg NIV RP ] εἶτεν … εἶτεν WH
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:28 πλήρης σῖτον NIV ] πλήρη σῖτον WH RP; πλήρης σῖτος Treg
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:29 παραδοῖ WH Treg NIV ] παραδῷ RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:30 Πῶς WH Treg NIV ] Τίνι RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:30 τίνι WH Treg NIV ] ποίᾳ RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:30 αὐτὴν παραβολῇ θῶμεν WH Treg NIV ] παραβολῇ παραβάλωμεν αὐτήν RP
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:31 κόκκῳ WH NIV ] κόκκον Treg RP
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:31 μικρότερον ὂν WH Treg NIV ] μικρότερος RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:31 σπερμάτων WH Treg NIV ] + ἐστὶν RP
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:32 μεῖζον πάντων τῶν λαχάνων WH NIV ] μείζων πάντων τῶν λαχάνων Treg; πάντων τῶν λαχάνων μείζων RP
  54. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:34 ἰδίοις μαθηταῖς WH NIV ] μαθηταῖς αὐτοῦ Treg RP
  55. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:36 πλοῖα WH Treg NIV ] δὲ πλοιάρια RP
  56. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 μεγάλη ἀνέμου WH Treg NIV ] ἀνέμου μεγάλη RP
  57. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 καὶ τὰ WH Treg NIV ] τὰ δὲ RP
  58. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NIV ] αὐτὸ ἤδη γεμίζεσθα RP
  59. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 αὐτὸς ἦν WH NIV ] ἦν αὐτὸς Treg RP
  60. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 ἐν WH Treg NIV ] ἐπὶ RP
  61. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 ἐγείρουσιν WH Treg NIV ] διεγείρουσιν RP
  62. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:40 οὔπω WH Treg NIV ] οὕτως Πῶς οὐκ RP
  63. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:41 ὑπακούει WH Treg NIV ] ὑπακούουσιν RP

και παλιν ηρξατο διδασκειν παρα την θαλασσαν και συναγεται προς αυτον οχλος πλειστος ωστε αυτον εις πλοιον εμβαντα καθησθαι εν τη θαλασση και πας ο οχλος προς την θαλασσαν επι της γης ησαν

και εδιδασκεν αυτους εν παραβολαις πολλα και ελεγεν αυτοις εν τη διδαχη αυτου

ακουετε ιδου εξηλθεν ο σπειρων σπειραι

και εγενετο εν τω σπειρειν ο μεν επεσεν παρα την οδον και ηλθεν τα πετεινα και κατεφαγεν αυτο

και αλλο επεσεν επι το πετρωδες [και] οπου ουκ ειχεν γην πολλην και ευθυς εξανετειλεν δια το μη εχειν βαθος γης

και οτε ανετειλεν ο ηλιος εκαυματισθη και δια το μη εχειν ριζαν εξηρανθη

και αλλο επεσεν εις τας ακανθας και ανεβησαν αι ακανθαι και συνεπνιξαν αυτο και καρπον ουκ εδωκεν

και αλλα επεσεν εις την γην την καλην και εδιδου καρπον αναβαινοντα και αυξανομενα και εφερεν εις τριακοντα και εν εξηκοντα και εν εκατον

και ελεγεν ος εχει ωτα ακουειν ακουετω

10 και οτε εγενετο κατα μονας ηρωτων αυτον οι περι αυτον συν τοις δωδεκα τας παραβολας

11 και ελεγεν αυτοις υμιν το μυστηριον δεδοται της βασιλειας του θεου εκεινοις δε τοις εξω εν παραβολαις τα παντα γινεται

12 ινα βλεποντες βλεπωσιν και μη ιδωσιν και ακουοντες ακουωσιν και μη συνιωσιν μηποτε επιστρεψωσιν και αφεθη αυτοις

13 και λεγει αυτοις ουκ οιδατε την παραβολην ταυτην και πως πασας τας παραβολας γνωσεσθε

14 ο σπειρων τον λογον σπειρει

15 ουτοι δε εισιν οι παρα την οδον οπου σπειρεται ο λογος και οταν ακουσωσιν ευθυς ερχεται ο σατανας και αιρει τον λογον τον εσπαρμενον εις αυτους

16 και ουτοι εισιν ομοιως οι επι τα πετρωδη σπειρομενοι οι οταν ακουσωσιν τον λογον ευθυς μετα χαρας λαμβανουσιν αυτον

17 και ουκ εχουσιν ριζαν εν εαυτοις αλλα προσκαιροι εισιν ειτα γενομενης θλιψεως η διωγμου δια τον λογον ευθυς σκανδαλιζονται

18 και αλλοι εισιν οι εις τας ακανθας σπειρομενοι ουτοι εισιν οι τον λογον ακουσαντες

19 και αι μεριμναι του αιωνος και η απατη του πλουτου και αι περι τα λοιπα επιθυμιαι εισπορευομεναι συμπνιγουσιν τον λογον και ακαρπος γινεται

20 και εκεινοι εισιν οι επι την γην την καλην σπαρεντες οιτινες ακουουσιν τον λογον και παραδεχονται και καρποφορουσιν εν τριακοντα και [εν] εξηκοντα και [εν] εκατον

21 και ελεγεν αυτοις οτι μητι ερχεται ο λυχνος ινα υπο τον μοδιον τεθη η υπο την κλινην ουχ ινα επι την λυχνιαν τεθη

22 ου γαρ εστιν κρυπτον εαν μη ινα φανερωθη ουδε εγενετο αποκρυφον αλλ ινα ελθη εις φανερον

23 ει τις εχει ωτα ακουειν ακουετω

24 και ελεγεν αυτοις βλεπετε τι ακουετε εν ω μετρω μετρειτε μετρηθησεται υμιν και προστεθησεται υμιν

25 ος γαρ εχει δοθησεται αυτω και ος ουκ εχει και ο εχει αρθησεται απ αυτου

26 και ελεγεν ουτως εστιν η βασιλεια του θεου ως ανθρωπος βαλη τον σπορον επι της γης

27 και καθευδη και εγειρηται νυκτα και ημεραν και ο σπορος βλαστα και μηκυνηται ως ουκ οιδεν αυτος

28 αυτοματη η γη καρποφορει πρωτον χορτον ειτεν σταχυν ειτεν πληρη σιτον εν τω σταχυι

29 οταν δε παραδοι ο καρπος ευθυς αποστελλει το δρεπανον οτι παρεστηκεν ο θερισμος

30 και ελεγεν πως ομοιωσωμεν την βασιλειαν του θεου η εν τινι αυτην παραβολη θωμεν

31 ως κοκκω σιναπεως ος οταν σπαρη επι της γης μικροτερον ον παντων των σπερματων των επι της γης

32 και οταν σπαρη αναβαινει και γινεται μειζον παντων των λαχανων και ποιει κλαδους μεγαλους ωστε δυνασθαι υπο την σκιαν αυτου τα πετεινα του ουρανου κατασκηνουν

33 και τοιαυταις παραβολαις πολλαις ελαλει αυτοις τον λογον καθως ηδυναντο ακουειν

34 χωρις δε παραβολης ουκ ελαλει αυτοις κατ ιδιαν δε τοις ιδιοις μαθηταις επελυεν παντα

35 και λεγει αυτοις εν εκεινη τη ημερα οψιας γενομενης διελθωμεν εις το περαν

36 και αφεντες τον οχλον παραλαμβανουσιν αυτον ως ην εν τω πλοιω και αλλα πλοια ην μετ αυτου

37 και γινεται λαιλαψ μεγαλη ανεμου και τα κυματα επεβαλλεν εις το πλοιον ωστε ηδη γεμιζεσθαι το πλοιον

38 και αυτος ην εν τη πρυμνη επι το προσκεφαλαιον καθευδων και εγειρουσιν αυτον και λεγουσιν αυτω διδασκαλε ου μελει σοι οτι απολλυμεθα

39 και διεγερθεις επετιμησεν τω ανεμω και ειπεν τη θαλασση σιωπα πεφιμωσο και εκοπασεν ο ανεμος και εγενετο γαληνη μεγαλη

40 και ειπεν αυτοις τι δειλοι εστε ουπω εχετε πιστιν

41 και εφοβηθησαν φοβον μεγαν και ελεγον προς αλληλους τις αρα ουτος εστιν οτι και ο ανεμος και η θαλασσα υπακουει αυτω

The Story of the Scattered Seed

1-2 He went back to teaching by the sea. A crowd built up to such a great size that he had to get into an offshore boat, using the boat as a pulpit as the people pushed to the water’s edge. He taught by using stories, many stories.

3-8 “Listen. What do you make of this? A farmer planted seed. As he scattered the seed, some of it fell on the road and birds ate it. Some fell in the gravel; it sprouted quickly but didn’t put down roots, so when the sun came up it withered just as quickly. Some fell in the weeds; as it came up, it was strangled among the weeds and nothing came of it. Some fell on good earth and came up with a flourish, producing a harvest exceeding his wildest dreams.

“Are you listening to this? Really listening?”

10-12 When they were off by themselves, those who were close to him, along with the Twelve, asked about the stories. He told them, “You’ve been given insight into God’s kingdom—you know how it works. But to those who can’t see it yet, everything comes in stories, creating readiness, nudging them toward a welcome awakening. These are people—

Whose eyes are open but don’t see a thing,
Whose ears are open but don’t understand a word,
Who avoid making an about-face and getting forgiven.”

13 He continued, “Do you see how this story works? All my stories work this way.

14-15 “The farmer plants the Word. Some people are like the seed that falls on the hardened soil of the road. No sooner do they hear the Word than Satan snatches away what has been planted in them.

16-17 “And some are like the seed that lands in the gravel. When they first hear the Word, they respond with great enthusiasm. But there is such shallow soil of character that when the emotions wear off and some difficulty arrives, there is nothing to show for it.

18-19 “The seed cast in the weeds represents the ones who hear the kingdom news but are overwhelmed with worries about all the things they have to do and all the things they want to get. The stress strangles what they heard, and nothing comes of it.

20 “But the seed planted in the good earth represents those who hear the Word, embrace it, and produce a harvest beyond their wildest dreams.”

Giving, Not Getting

21-22 Jesus went on: “Does anyone bring a lamp home and put it under a bucket or beneath the bed? Don’t you put it up on a table or on the mantel? We’re not keeping secrets, we’re telling them; we’re not hiding things, we’re bringing them out into the open.

23 “Are you listening to this? Really listening?

24-25 “Listen carefully to what I am saying—and be wary of the shrewd advice that tells you how to get ahead in the world on your own. Giving, not getting, is the way. Generosity begets generosity. Stinginess impoverishes.”

Never Without a Story

26-29 Then Jesus said, “God’s kingdom is like seed thrown on a field by a man who then goes to bed and forgets about it. The seed sprouts and grows—he has no idea how it happens. The earth does it all without his help: first a green stem of grass, then a bud, then the ripened grain. When the grain is fully formed, he reaps—harvest time!

30-32 “How can we picture God’s kingdom? What kind of story can we use? It’s like an acorn. When it lands on the ground it is quite small as seeds go, yet once it is planted it grows into a huge oak tree with thick branches. Eagles nest in it.”

33-34 With many stories like these, he presented his message to them, fitting the stories to their experience and maturity. He was never without a story when he spoke. When he was alone with his disciples, he went over everything, sorting out the tangles, untying the knots.

The Wind Ran Out of Breath

35-38 Late that day he said to them, “Let’s go across to the other side.” They took him in the boat as he was. Other boats came along. A huge storm came up. Waves poured into the boat, threatening to sink it. And Jesus was in the stern, head on a pillow, sleeping! They roused him, saying, “Teacher, is it nothing to you that we’re going down?”

39-40 Awake now, he told the wind to pipe down and said to the sea, “Quiet! Settle down!” The wind ran out of breath; the sea became smooth as glass. Jesus reprimanded the disciples: “Why are you such cowards? Don’t you have any faith at all?”

41 They were in absolute awe, staggered. “Who is this, anyway?” they asked. “Wind and sea at his beck and call!”