ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6
Tyndale House Greek New Testament
6 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. 2 ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, [a]ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. 3 ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. 4 ἦν δὲ ἐγγὺς τὸ πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων.
5 Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι; 6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. 7 ἀπεκρίθη αὐτῷ Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ [b]τι λάβῃ.
8 Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· 9 ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; 10 εἶπεν ὁ Ἰησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι. 11 ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας [c]διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. 12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα ἵνα μή τι ἀπόληται. 13 συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.
14 Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.
15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
16 Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17 καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὔπω πρὸς αὐτοὺς ἐληλύθει ὁ Ἰησοῦς, 18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο. 19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γεινόμενον, καὶ ἐφοβήθησαν. 20 ὁ δὲ λέγει αὐτοῖς· ἐγώ εἰμι, μὴ φοβεῖσθε. 21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ [d]ἓν καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· 23 ἄλλα ἦλθεν πλοῖα ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου. 24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν, 25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· ῥαββεί, πότε ὧδε γέγονας;
26 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν· ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. 27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. 28 εἶπον οὖν πρὸς αὐτόν· τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ;
29 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα [e]πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
30 Εἶπον οὖν αὐτῷ· τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; 31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.
32 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν· οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. 33 ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
34 Εἶπον οὖν πρὸς αὐτόν· κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
35 Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε. 36 ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρὸς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω, 38 ὅτι καταβέβηκα [f]ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. 39 [g]τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ· 42 καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;
43 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ᾽ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρὸς ἐμέ, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ. πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ· 46 οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα.
47 Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων [h]εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. 48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. 49 οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.
51 Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου [i]ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν;
53 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55 ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. 57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾽ ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.
59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ. 60 πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν;
61 Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει; 62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63 τὸ πνεῦμα ἐστὶν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. 64 ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. 65 καὶ ἔλεγεν· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός. 66 ἐκ τούτου πολλοὶ [j]ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν.
67 Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ [k]ὁ ἅγιος τοῦ θεοῦ. 70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; 71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτὸν εἷς ὢν ἐκ τῶν δώδεκα.
Footnotes
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:2 ὅτι ἑώρων P66* א K Δ 1424; οτι εθεωρων P75(vid οτ]ι̣ ε̣θεω̣ρ̣ω[ν) A Θ; οτι εθεωρουν P66c B D L Ψ 69; θεωρουντες W
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:7 τι P66 א A K L W Δ Θ Ψ 69 1424; omit P75 B D
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:11 διέδωκεν P75(vid δ̣[ι]ε̣δωκ̣εν) A B L W; ♦ εδωκεν P28(vid εδω̣[κεν) P66 א*; add τοις μαθηταις οι δε μαθηται א2 D K Δ Θ Ψ 1424(add αυτου)
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:22 ἓν P75(vid ε[ι μη ε]ν και̣) א2b A B L W Ψ; add εκεινο εις ο ενεβησαν οι μαθηται αυτου K Θ 1424; add εκεινο εις ο ενεβησαν οι μαθηται του ιησου א*(κεινο for εκεινο) א2a(and omit εν) D*(omit εκεινο; αυτου ιησου for του ιησου) Dc(omit εκεινο) 69
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29 πιστεύητε P75 א(-ται) A B L T Θ Ψ; πιστευσητε D(-ται) K W(-ται) Δ 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:38 ἀπὸ P66 A B L T W Θ 69; εκ א D K Δ Ψ 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με P66 P75 A B D L T W Ψ; add πατρος א2a K Δ Θ 69 1424; omit א* א2b C
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:47 εἰς ἐμὲ A D K Δ Ψ 69 1424; ♦ omit P66 א B L T W Θ
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ἐστὶν P66 P75(vid εστι]ν υπ̣[ερ) א B C D L T W Ψ; add ην εγω δωσω K Δ Θ 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:66 ἐκ2 P66 B T; omit א C D K L W Δ Θ Ψ 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:69 ὁ ἅγιος τοῦ θεοῦ P75(vid ο α̣[γιος] του θ̅υ̣) א B C* D L W; ο χριστος ο αγιος του θεου P66; ο χριστος ο υιος του θεου C3(vid); ο χριστος ο υιος του θεου του ζωντος K Δ(ζωντος for του ζωντος) Θ Ψ 69 1424
John 6
Darby Translation
6 After these things Jesus went away beyond the sea of Galilee, [or] of Tiberias,
2 and a great crowd followed him, because they saw the signs which he wrought upon the sick.
3 And Jesus went up into the mountain, and there sat with his disciples:
4 but the passover, the feast of the Jews, was near.
5 Jesus then, lifting up his eyes and seeing that a great crowd is coming to him, says to Philip, Whence shall we buy loaves that these may eat?
6 But this he said trying him, for he knew what he was going to do.
7 Philip answered him, Loaves for two hundred denarii are not sufficient for them, that each may have some little [portion].
8 One of his disciples, Andrew, Simon Peter's brother, says to him,
9 There is a little boy here who has five barley loaves and two small fishes; but this, what is it for so many?
10 [And] Jesus said, Make the men sit down. Now there was much grass in the place: the men therefore sat down, in number about five thousand.
11 And Jesus took the loaves, and having given thanks, distributed [them] to those that were set down; and in like manner of the small fishes as much as they would.
12 And when they had been filled, he says to his disciples, Gather together the fragments which are over and above, that nothing may be lost.
13 They gathered [them] therefore together, and filled twelve hand-baskets full of fragments of the five barley loaves, which were over and above to those that had eaten.
14 The men therefore, having seen the sign which Jesus had done, said, This is truly the prophet which is coming into the world.
15 Jesus therefore knowing that they were going to come and seize him, that they might make [him] king, departed again to the mountain himself alone.
16 But when evening was come, his disciples went down to the sea,
17 and having gone on board ship, they went over the sea to Capernaum. And it had already become dark, and Jesus had not come to them,
18 and the sea was agitated by a strong wind blowing.
19 Having rowed then about twenty-five or thirty stadia, they see Jesus walking on the sea and coming near the ship; and they were frightened.
20 But he says to them, It is I: be not afraid.
21 They were willing therefore to receive him into the ship; and immediately the ship was at the land to which they went.
22 On the morrow the crowd which stood on the other side of the sea, having seen that there was no other little ship there except that into which his disciples had got, and that Jesus had not gone with his disciples into the ship, but [that] his disciples had gone away alone;
23 (but other little ships out of Tiberias came near to the place where they ate bread after the Lord had given thanks;)
24 when therefore the crowd saw that Jesus was not there, nor his disciples, *they* got into the ships, and came to Capernaum, seeking Jesus.
25 And having found him the other side of the sea, they said to him, Rabbi, when art thou arrived here?
26 Jesus answered them and said, Verily, verily, I say to you, Ye seek me not because ye have seen signs, but because ye have eaten of the loaves and been filled.
27 Work not [for] the food which perishes, but [for] the food which abides unto life eternal, which the Son of man shall give to you; for him has the Father sealed, [even] God.
28 They said therefore to him, What should we do that we may work the works of God?
29 Jesus answered and said to them, This is the work of God, that ye believe on him whom *he* has sent.
30 They said therefore to him, What sign then doest thou that we may see and believe thee? what dost thou work?
31 Our fathers ate the manna in the wilderness, as it is written, He gave them bread out of heaven to eat.
32 Jesus therefore said to them, Verily, verily, I say to you, [It is] not Moses that has given you the bread out of heaven; but my Father gives you the true bread out of heaven.
33 For the bread of God is he who comes down out of heaven and gives life to the world.
34 They said therefore to him, Lord, ever give to us this bread.
35 [And] Jesus said to them, I am the bread of life: he that comes to me shall never hunger, and he that believes on me shall never thirst at any time.
36 But I have said to you, that ye have also seen me and do not believe.
37 All that the Father gives me shall come to me, and him that comes to me I will not at all cast out.
38 For I am come down from heaven, not that I should do *my* will, but the will of him that has sent me.
39 And this is the will of him that has sent me, that of all that he has given me I should lose nothing, but should raise it up in the last day.
40 For this is the will of my Father, that every one who sees the Son, and believes on him, should have life eternal; and I will raise him up at the last day.
41 The Jews therefore murmured about him, because he said, I am the bread which has come down out of heaven.
42 And they said, Is not this Jesus the son of Joseph, whose father and mother we have known? how then does *he* say, I am come down out of heaven?
43 Jesus therefore answered and said to them, Murmur not among yourselves.
44 No one can come to me except the Father who has sent me draw him, and I will raise him up in the last day.
45 It is written in the prophets, And they shall be all taught of God. Every one that has heard from the Father [himself], and has learned [of him], comes to me;
46 not that any one has seen the Father, except he who is of God, he has seen the Father.
47 Verily, verily, I say to you, He that believes [on me] has life eternal.
48 I am the bread of life.
49 Your fathers ate the manna in the wilderness and died.
50 This is the bread which comes down out of heaven, that one may eat of it and not die.
51 I am the living bread which has come down out of heaven: if any one shall have eaten of this bread he shall live for ever; but the bread withal which I shall give is my flesh, which I will give for the life of the world.
52 The Jews therefore contended among themselves, saying, How can he give us this flesh to eat?
53 Jesus therefore said to them, Verily, verily, I say unto you, Unless ye shall have eaten the flesh of the Son of man, and drunk his blood, ye have no life in yourselves.
54 He that eats my flesh and drinks my blood has life eternal, and I will raise him up at the last day:
55 for my flesh is truly food and my blood is truly drink.
56 He that eats my flesh and drinks my blood dwells in me and I in him.
57 As the living Father has sent me and I live on account of the Father, *he* also who eats me shall live also on account of me.
58 This is the bread which has come down out of heaven. Not as the fathers ate and died: he that eats this bread shall live for ever.
59 These things he said in [the] synagogue, teaching in Capernaum.
60 Many therefore of his disciples having heard [it] said, This word is hard; who can hear it?
61 But Jesus, knowing in himself that his disciples murmur concerning this, said to them, Does this offend you?
62 If then ye see the Son of man ascending up where he was before?
63 It is the Spirit which quickens, the flesh profits nothing: the words which I have spoken unto you are spirit and are life.
64 But there are some of you who do not believe. For Jesus knew from the beginning who they were who did not believe, and who would deliver him up.
65 And he said, Therefore said I unto you, that no one can come to me unless it be given to him from the Father.
66 From that [time] many of his disciples went away back and walked no more with him.
67 Jesus therefore said to the twelve, Will ye also go away?
68 Simon Peter answered him, Lord, to whom shall we go? thou hast words of life eternal;
69 and we have believed and known that thou art the holy one of God.
70 Jesus answered them, Have not I chosen you the twelve? and of you one is a devil.
71 Now he spoke of Judas [the son] of Simon, Iscariote, for he [it was who] should deliver him up, being one of the twelve.
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Public Domain (Why are modern Bible translations copyrighted?)
