耶稣是道路、真理、生命

14 耶稣继续说:“你们心里不要忧愁,你们要信上帝,也要信我。 我父的家里有许多住处,不然我就不会说去为你们安排地方了。 我安排好了以后,必定回来接你们到我那里。我在哪里,让你们也在哪里。 你们知道通往我要去的地方的路。”

多马说:“主啊,你要去哪里,我们还不知道,又怎么会知道路呢?”

耶稣说:“我就是道路、真理、生命,若不借着我,没有人能到父那里。 你们若认识我,也会认识我的父。从现在起,你们不但认识祂,而且也看见祂了。”

腓力说:“主啊!求你让我们看看父,我们就心满意足了。”

耶稣说:“腓力,我和你们相处了这么久,你还不认识我吗?人看见了我,就看见了父,你怎么说‘让我们看看父’呢? 10 难道你不相信我在父里面,父也在我里面吗?我这些话不是凭自己讲的,而是住在我里面的父在做祂自己的工作。 11 你们应当相信我在父里面,父也在我里面。即使你们不信,也应该因我所做的而信我。 12 我实实在在地告诉你们,我所做的事,信我的人也要做,而且要做更大的事,因为我要回到父那里。 13 你们奉我的名无论求什么,我必应允,好让父在子身上得到荣耀。 14 你们若奉我的名向我求什么,我必应允。

应许赐下圣灵

15 “你们若爱我,就必遵守我的命令。 16 我要求父另外赐一位护慰者给你们,祂要永远和你们同在。 17 祂是真理的灵,世人不接受祂,因为他们看不见祂,也不认识祂;但你们却认识祂,因祂常与你们同在,并且要住在你们里面。 18 我不会撇下你们为孤儿,我必到你们这里来。 19 不久,世人就看不见我了,而你们却能看见我,因为我活着,你们也要活着。 20 到了那一天,你们就知道我在父里面,你们在我里面,我也在你们里面。 21 接受我的命令又遵行的,就是爱我的人。爱我的,父必定爱他,我也要爱他,并且要亲自向他显现。”

22 犹大,不是后来出卖耶稣的犹大,问耶稣:“主啊,你为什么只向我们显现而不向世人显现呢?”

23 耶稣回答说:“爱我的人必遵行我的道,我父也必爱他,并且我们要到他那里与他同住。 24 不爱我的人不会遵行我的道。你们所听见的道不是出于我自己,而是出于差我来的父。 25 我还与你们在一起的时候,将这些事情都告诉了你们。 26 但护慰者,就是父为我的名而差来的圣灵,将教导你们一切的事,并使你们想起我对你们说的一切话。 27 我把平安留给你们,把我的平安赐给你们,我赐给你们的平安不像世人给的平安。你们心里不要忧愁,也不要害怕。

28 “我对你们说过,我去了还要再回到你们这里。如果你们真的爱我,就应当为我去父那里而欢喜快乐,因为父比我大。 29 现在事情还没有发生,我便先告诉你们,到了事情发生的时候,你们就会相信。 30 我不再跟你们多谈,因为世界的王快要来了。他根本没有力量胜过我, 31 但这是为了让世人知道我爱父,父怎么吩咐我,我就怎么做。起来,我们走吧!”

14 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεὸν καὶ εἰς ἐμὲ πιστεύετε. ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. καὶ ἐὰν πορευθῶ [a]καὶ [b]ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε [c]τὴν ὁδόν.

Λέγει αὐτῷ Θωμᾶς· κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾽ ἐμοῦ. εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε· ἀπάρτι [d]γεινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. λέγει αὐτῷ Φίλιππος· κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. λέγει αὐτῷ ὁ Ἰησοῦς· [e]τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· πῶς σὺ λέγεις· δεῖξον ἡμῖν τὸν πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ [f]πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ. 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε.

12 Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι. 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ. 14 ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.

15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς [g]τηρήσετε. 16 κἀγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα ᾖ, 17 τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γεινώσκει· ὑμεῖς γεινώσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. 18 οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς.

19 Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με· ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσετε. 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν.

21 Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.

22 Λέγει αὐτῷ Ἰούδας οὐχ ὁ Ἰσκαριώτης· [h]κύριε, τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ;

23 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα. 24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός.

25 Ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων· 26 ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.

27 Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ πατήρ μου μείζων μου ἐστίν. 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται, πιστεύσητε.

30 Οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, 31 ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτως ποιῶ.

Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.

Footnotes

  1. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:3 καὶ‌2 P66 א B C L Ψ; omit A D K W Δ Θ 69 1424
  2. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:3 ἑτοιμάσω P66 א A B C K L W Δ Θ Ψ; ετοιμασαι D 1424; omit 69
  3. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:4 τὴν ὁδόν P66c א B C* L Q W; και την οδον οιδατε P66* A C3 D K Δ Θ Ψ 69 1424
  4. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 γεινώσκετε B* D Θ(-εται); γινωσκετε P66(-εται) A B2 C K L(-εται) W(γιγνωσκεται) Δ Ψ 69 1424; γνωσεσθαι א
  5. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:9 τοσοῦτον χρόνον P66 P75(vid ο]υ̣τον χρονον) א2a A B K Δ Θ Ψ 69 1424; τοσουτω χρονω א* א2b D L Q W
  6. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 πατὴρ‌2 P66 P75 B L Ψ; add ο א A D K Q W Δ Θ 69 1424
  7. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:15 τηρήσετε B L Ψ; ♦ τηρησητε P66(-ηται) א; τηρησατε A D K Q W Δ Θ 69 1424
  8. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:22 κύριε P66* P75 A B D L Θ; add και P66c א K Q W Δ Ψ 69 1424