ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1
Tyndale House Greek New Testament
1 Ἀποκάλυψις Ἰησοῦ χριστοῦ ἣν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, 2 ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ χριστοῦ ὅσα εἶδεν. 3 μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.
4 Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη [a]ἀπὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων [b]ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ 5 καὶ ἀπὸ Ἰησοῦ χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. τῷ ἀγαπῶντι ἡμᾶς καὶ [c]λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ 6 καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
7 Ἰδοὺ ἔρχεται [d]μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ κόψονται ἐπ᾽ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ναὶ ἀμήν.
8 Ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ [e]ὦ, λέγει κύριος ὁ θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
9 Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συνκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ. 10 ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος 11 λεγούσης· ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις· εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφιαν καὶ εἰς Λαοδικίαν.
12 Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετ᾽ ἐμοῦ. καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς 13 καὶ ἐν μέσῳ τῶν [f]ἑπτὰ λυχνιῶν ὅμοιον υἱῷ ἀνθρώπου ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν. 14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκὸν ὡς χιὼν καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρὸς 15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ὡς ἐν καμίνῳ [g]πεπυρωμένης καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν 16 καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτὰ καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός, καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ᾽ ἐμὲ λέγων· μὴ φοβοῦ. ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος 18 καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν [h]αἰώνων καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ἅδου. 19 γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει γενέσθαι μετὰ ταῦτα, 20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσιν καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.
Footnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:4 ἀπὸ1 א A C P; add θεου 69 1424
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:4 ἃ C 69 1424; των א A; α εστιν P
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:5 λύσαντι P18 א A C; λουσαντι P 69 1424
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:7 μετὰ P18 א A P 69 1424; επι C
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:8 ὦ א2a A C P 69 1424; add αρχη και τελος א* א2b
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:13 ἑπτὰ א 69 1424; omit A C P
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:15 πεπυρωμένης A C; ♦ πεπυρωμενω א; πεπυρωμενοι P 69 1424
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:18 αἰώνων א* A C P; add αμην א2 69 1424
啟示錄 1
Chinese Contemporary Bible (Traditional)
1 以下是上帝賜給耶穌基督的啟示,讓祂把將來要發生的事指示祂的眾奴僕。因此,祂差遣天使告訴祂的奴僕約翰。 2 約翰便為自己所看見的一切——上帝的道和耶穌基督做見證。 3 那位宣讀這預言的人和那些聽見並遵守其中內容的人有福了,因為日期近了。
問候七教會
4-5 我約翰寫信給你們亞細亞的七間教會。願昔在、今在、以後永在的上帝,祂寶座前的七靈[a]和耶穌基督賜給你們恩典和平安。耶穌基督是忠心的見證人,是首先從死裡復活的,是世上君王的首領。祂愛我們,用自己的血救我們脫離罪惡, 6 使我們成為祭司的國度[b]來事奉祂的父上帝。願祂得到一切榮耀和權柄,一直到永永遠遠。阿們!
7 看啊!祂要駕雲降臨,世人都要看見祂,包括曾經刺祂的人。地上的萬族都必因祂而哀哭。這事必定實現。阿們!
8 主上帝說:「我是阿拉法,我是俄梅加[c],我是昔在、今在、以後永在的全能者。」
基督的顯現
9 我約翰是你們的弟兄,在耶穌裡和你們患難與共、同享國度、一起忍耐。我因傳揚上帝的道、為主耶穌做見證而到了拔摩海島上。 10 主日,我被聖靈感動,聽見身後有號角般響亮的聲音說: 11 「把你所看見的寫在書上,然後送給以弗所、士每拿、別迦摩、推雅推喇、撒狄、非拉鐵非和老底嘉七間教會。」
12 我轉身看究竟是誰在對我說話,我看見七個金燈臺, 13 有一位好像人子耶穌的站在這些燈臺中間。祂長袍垂腳,金帶圍胸, 14 頭與髮白如羊毛、潔白如雪,眼睛像火焰, 15 雙腳像爐中冶煉過的銅一樣光亮,聲音如同洪濤之聲。 16 祂右手拿著七顆星,口中吐出一把兩刃的利劍,面貌如烈日放光。
17 我一看見祂,便仆倒在祂腳前,像死了一樣。祂把右手按在我身上,說:「不要害怕!我是首先的,我是末後的, 18 我是永活者。我曾經死過,但看啊,我永永遠遠活著。我掌握死亡和陰間的鑰匙。 19 所以,你要將所看見的一切——現在和將來要發生的事都記錄下來。 20 你所看見在我右手中的七顆星和七個金燈臺的奧祕是,七顆星代表七間教會的天使[d],七個燈臺代表七間教會。
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
