ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1
Tyndale House Greek New Testament
1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις 2 ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ ὃν ἔθηκεν κληρονόμον πάντων, δι᾽ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας, 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως [a]αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς 4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν· ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; 6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. 7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· 8 πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· [b]καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου. 9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. 10 καὶ σὺ κατ᾽ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις [c]αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
13 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
Footnotes
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:3 αὐτοῦ2 א A B D1 P Ψ; ♦ αυτου δι εαυτου D*(αυτου for εαυτου) D2 K L 69 1424; δι αυτου P46
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:8 καὶ P46 א A B D*; omit D2 K L P Ψ 69 1424
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:12 αὐτοὺς D1 K L P Ψ 69 1424; ♦ add ως ιματιον P46 P114(vid .α]τι̣[ο.) א A B D*
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Bible Gateway Recommends
![Greek Scripture Journal: 19-Volume New Testament Set](https://g.christianbook.com/dg/product/web/f108/570815.jpg)
![The Greek New Testament, Cambridge Edition, Hardcover](https://g.christianbook.com/dg/product/cbd/f108/552178.jpg)
![5.0 of 5.0 stars](/assets/images/merch/stars50.png?7668a670)
![The Greek New Testament, Produced at Tyndale House, Cambridge, Guided Journaling Edition](https://g.christianbook.com/dg/product/web/f108/589490.jpg)
![The Greek New Testament, Grey Imitation Leather (Cambridge Press Edition)](https://g.christianbook.com/dg/product/web/f108/440137.jpg)
![5.0 of 5.0 stars](/assets/images/merch/stars50.png?7668a670)
![The Greek New Testament, Reader's Edition--hardcover](https://g.christianbook.com/dg/product/web/f108/564154.jpg)
![5.0 of 5.0 stars](/assets/images/merch/stars50.png?7668a670)