ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14
Tyndale House Greek New Testament
14 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. 2 οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
3 Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. 4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. 5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, 6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, 7 κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.
8 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν. 9 οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος, ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι, 10 εἶπεν μεγάλῃ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει. 11 οἵ [a]τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς· 12 ἐκάλουν τε τὸν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13 ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
14 Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος διαρρήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες 15 καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· 17 καίτοι οὐκ ἀμάρτυρον [b]αὐτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. 18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως νομίζοντες αὐτὸν τεθνηκέναι. 20 κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην. 21 εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν· 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 23 χειροτονήσαντες δὲ αὐτοῖς κατ᾽ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. 24 καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς τὴν Παμφυλίαν, 25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν [c]λόγον κατέβησαν εἰς Ἀττάλειαν· 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ᾽ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28 διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
Footnotes
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14:11 τε P74 א A B; δε C D E L P Ψ 1424
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14:17 αὐτὸν ἀφῆκεν P45(vid αυτον αφη̣[κ) א* A B E; εαυτον αφηκεν P74 א2 C L(ηφηκεν) P Ψ 1424; αφηκεν εαυτον D
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14:25 λόγον B D L P 69 1424; add του κυριου א A C Ψ; add του θεου P74 E
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14
1881 Westcott-Hort New Testament
14 εγενετο δε εν ικονιω κατα το αυτο εισελθειν αυτους εις την συναγωγην των ιουδαιων και λαλησαι ουτως ωστε πιστευσαι ιουδαιων τε και ελληνων πολυ πληθος
2 οι δε απειθησαντες ιουδαιοι επηγειραν και εκακωσαν τας ψυχας των εθνων κατα των αδελφων
3 ικανον μεν ουν χρονον διετριψαν παρρησιαζομενοι επι τω κυριω τω μαρτυρουντι τω λογω της χαριτος αυτου διδοντι σημεια και τερατα γινεσθαι δια των χειρων αυτων
4 εσχισθη δε το πληθος της πολεως και οι μεν ησαν συν τοις ιουδαιοις οι δε συν τοις αποστολοις
5 ως δε εγενετο ορμη των εθνων τε και ιουδαιων συν τοις αρχουσιν αυτων υβρισαι και λιθοβολησαι αυτους
6 συνιδοντες κατεφυγον εις τας πολεις της λυκαονιας λυστραν και δερβην και την περιχωρον
7 κακει ευαγγελιζομενοι ησαν
8 και τις ανηρ αδυνατος εν λυστροις τοις ποσιν εκαθητο χωλος εκ κοιλιας μητρος αυτου ος ουδεποτε περιεπατησεν
9 ουτος ηκουεν του παυλου λαλουντος ος ατενισας αυτω και ιδων οτι εχει πιστιν του σωθηναι
10 ειπεν μεγαλη φωνη αναστηθι επι τους ποδας σου ορθος και ηλατο και περιεπατει
11 οι τε οχλοι ιδοντες ο εποιησεν παυλος επηραν την φωνην αυτων λυκαονιστι λεγοντες οι θεοι ομοιωθεντες ανθρωποις κατεβησαν προς ημας
12 εκαλουν τε τον βαρναβαν δια τον δε παυλον ερμην επειδη αυτος ην ο ηγουμενος του λογου
13 ο τε ιερευς του διος του οντος προ της πολεως ταυρους και στεμματα επι τους πυλωνας ενεγκας συν τοις οχλοις ηθελεν θυειν
14 ακουσαντες δε οι αποστολοι βαρναβας και παυλος διαρρηξαντες τα ιματια εαυτων εξεπηδησαν εις τον οχλον κραζοντες
15 και λεγοντες ανδρες τι ταυτα ποιειτε και ημεις ομοιοπαθεις εσμεν υμιν ανθρωποι ευαγγελιζομενοι υμας απο τουτων των ματαιων επιστρεφειν επι θεον ζωντα ος εποιησεν τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις
16 ος εν ταις παρωχημεναις γενεαις ειασεν παντα τα εθνη πορευεσθαι ταις οδοις αυτων
17 καιτοι ουκ αμαρτυρον αυτον αφηκεν αγαθουργων ουρανοθεν υμιν υετους διδους και καιρους καρποφορους εμπιπλων τροφης και ευφροσυνης τας καρδιας υμων
18 και ταυτα λεγοντες μολις κατεπαυσαν τους οχλους του μη θυειν αυτοις
19 επηλθαν δε απο αντιοχειας και ικονιου ιουδαιοι και πεισαντες τους οχλους και λιθασαντες τον παυλον εσυρον εξω της πολεως νομιζοντες αυτον τεθνηκεναι
20 κυκλωσαντων δε των μαθητων αυτον αναστας εισηλθεν εις την πολιν και τη επαυριον εξηλθεν συν τω βαρναβα εις δερβην
21 ευαγγελισαμενοι τε την πολιν εκεινην και μαθητευσαντες ικανους υπεστρεψαν εις την λυστραν και εις ικονιον και [εις] αντιοχειαν
22 επιστηριζοντες τας ψυχας των μαθητων παρακαλουντες εμμενειν τη πιστει και οτι δια πολλων θλιψεων δει ημας εισελθειν εις την βασιλειαν του θεου
23 χειροτονησαντες δε αυτοις κατ εκκλησιαν πρεσβυτερους προσευξαμενοι μετα νηστειων παρεθεντο αυτους τω κυριω εις ον πεπιστευκεισαν
24 και διελθοντες την πισιδιαν ηλθον εις την παμφυλιαν
25 και λαλησαντες εν περγη τον λογον κατεβησαν εις ατταλειαν
26 κακειθεν απεπλευσαν εις αντιοχειαν οθεν ησαν παραδεδομενοι τη χαριτι του θεου εις το εργον ο επληρωσαν
27 παραγενομενοι δε και συναγαγοντες την εκκλησιαν ανηγγελλον οσα εποιησεν ο θεος μετ αυτων και οτι ηνοιξεν τοις εθνεσιν θυραν πιστεως
28 διετριβον δε χρονον ουκ ολιγον συν τοις μαθηταις
Acts 14
New King James Version
At Iconium
14 Now it happened in Iconium that they went together to the synagogue of the Jews, and so spoke that a great multitude both of the Jews and of the (A)Greeks believed. 2 But the unbelieving Jews stirred up the Gentiles and [a]poisoned their [b]minds against the brethren. 3 Therefore they stayed there a long time, speaking boldly in the Lord, (B)who was bearing witness to the word of His grace, granting signs and (C)wonders to be done by their hands.
4 But the multitude of the city was (D)divided: part sided with the Jews, and part with the (E)apostles. 5 And when a violent attempt was made by both the Gentiles and Jews, with their rulers, (F)to abuse and stone them, 6 they became aware of it and (G)fled to Lystra and Derbe, cities of Lycaonia, and to the surrounding region. 7 And they were preaching the gospel there.
Idolatry at Lystra
8 (H)And in Lystra a certain man without strength in his feet was sitting, a cripple from his mother’s womb, who had never walked. 9 This man heard Paul speaking. [c]Paul, observing him intently and seeing that he had faith to be healed, 10 said with a loud voice, (I)“Stand up straight on your feet!” And he leaped and walked. 11 Now when the people saw what Paul had done, they raised their voices, saying in the Lycaonian language, (J)“The gods have come down to us in the likeness of men!” 12 And Barnabas they called [d]Zeus, and Paul, [e]Hermes, because he was the chief speaker. 13 Then the priest of Zeus, whose temple was in front of their city, brought oxen and garlands to the gates, (K)intending to sacrifice with the multitudes.
14 But when the apostles Barnabas and Paul heard this, (L)they tore their clothes and ran in among the multitude, crying out 15 and saying, “Men, (M)why are you doing these things? (N)We also are men with the same nature as you, and preach to you that you should turn from (O)these useless things (P)to the living God, (Q)who made the heaven, the earth, the sea, and all things that are in them, 16 (R)who in bygone generations allowed all nations to walk in their own ways. 17 (S)Nevertheless He did not leave Himself without witness, in that He did good, (T)gave us rain from heaven and fruitful seasons, filling our hearts with (U)food and gladness.” 18 And with these sayings they could scarcely restrain the multitudes from sacrificing to them.
Stoning, Escape to Derbe
19 (V)Then Jews from Antioch and Iconium came there; and having persuaded the multitudes, (W)they stoned Paul and dragged him out of the city, supposing him to be (X)dead. 20 However, when the disciples gathered around him, he rose up and went into the city. And the next day he departed with Barnabas to Derbe.
Strengthening the Converts
21 And when they had preached the gospel to that city (Y)and made many disciples, they returned to Lystra, Iconium, and Antioch, 22 strengthening the souls of the disciples, (Z)exhorting them to continue in the faith, and saying, (AA)“We must through many tribulations enter the kingdom of God.” 23 So when they had (AB)appointed elders in every church, and prayed with fasting, they commended them to the Lord in whom they had believed. 24 And after they had passed through Pisidia, they came to Pamphylia. 25 Now when they had preached the word in Perga, they went down to Attalia. 26 From there they sailed to Antioch, where they had been commended to the grace of God for the work which they had completed.
27 Now when they had come and gathered the church together, (AC)they reported all that God had done with them, and that He had (AD)opened the door of faith to the Gentiles. 28 So they stayed there a long time with the disciples.
Footnotes
- Acts 14:2 embittered
- Acts 14:2 Lit. souls
- Acts 14:9 Lit. Who
- Acts 14:12 Jupiter
- Acts 14:12 Mercury
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.