ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13
Tyndale House Greek New Testament
13 Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος. 2 λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. 3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
4 Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον. 5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
6 Διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαρϊησοῦς, 7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ. 8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9 Σαῦλος δὲ ὁ καὶ Παῦλος πλησθεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτὸν 10 εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥαδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας; 11 καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. [a]παραχρῆμα δὲ ἔπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14 αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ [b]ἐλθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
15 Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
16 Ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες Ἰσραηλεῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. 17 ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς· 18 καὶ ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, 19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν [c] 20 ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα· καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου· 21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κείς, ἄνδρα ἐκ φυλῆς Βενιαμείν, ἔτη τεσσεράκοντα· 22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυεὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας· εὗρον Δαυεὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23 τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν, 24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. 25 ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον ἔλεγεν· τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ᾽ ἰδοὺ ἔρχεται μετ᾽ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἁβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, [d]ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. 27 οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν· 28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. 29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. 30 ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές [e]εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, 33 ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις αὐτῶν ἡμῖν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυεὶδ τὰ πιστά. 35 διότι καὶ ἐν ἑτέρῳ λέγει· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 36 Δαυεὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν· 37 ὃν δὲ ὁ θεὸς ἤγειρεν, οὐκ εἶδεν διαφθοράν.
38 Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι, 39 ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. 40 βλέπετε οὖν μὴ [f]ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις· 41 ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
42 Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. 43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ θεοῦ. 44 τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν [g]λόγον τοῦ κυρίου. 45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες. 46 παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπαν· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. 47 οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
48 Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. 49 διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι᾽ ὅλης τῆς χώρας. 50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ᾽ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον. 52 οἵ [h]τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.
Footnotes
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:11 παραχρῆμα δὲ P74 A B E L P 1424; ♦ παραχρημα τε P45 א C Ψ; και ευθεως D
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:14 ἐλθόντες א* B C; εισελθοντες P74 א2 A D E L P Ψ 1424
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:19 ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα καὶ μετὰ ταῦτα P74 א A B C; και μετα ταυτα ως ετεσι τετρακοσιοις και πεντηκοντα D2(εως for ως) E L P Ψ 1424; και εως ετεσι τετρακοσιοις και πεντηκοντα D*
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:26 ἡμῖν P74 א A B D Ψ; υμιν P45 C E L P 1424
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:31 εἰσιν B E L P 1424; ♦ νυν εισιν P45 P74 A C; εισι νυν א; συνεισιν Ψ; αχρι νυν εισιν D
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:40 ἐπέλθῃ P74 א2 B D; απελθη א*; add εφ υμας A C E L P Ψ; add εφ ημας 1424
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:44 λόγον τοῦ κυρίου P74 א A B2; λογον του θεου B* C E L P Ψ 1424; πολυν τε λογον ποιησαμενου περι του κυριου D
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:52 τε A B; δε P74 א C D E L P Ψ 1424; γε P45
Acts 13
King James Version
13 Now there were in the church that was at Antioch certain prophets and teachers; as Barnabas, and Simeon that was called Niger, and Lucius of Cyrene, and Manaen, which had been brought up with Herod the tetrarch, and Saul.
2 As they ministered to the Lord, and fasted, the Holy Ghost said, Separate me Barnabas and Saul for the work whereunto I have called them.
3 And when they had fasted and prayed, and laid their hands on them, they sent them away.
4 So they, being sent forth by the Holy Ghost, departed unto Seleucia; and from thence they sailed to Cyprus.
5 And when they were at Salamis, they preached the word of God in the synagogues of the Jews: and they had also John to their minister.
6 And when they had gone through the isle unto Paphos, they found a certain sorcerer, a false prophet, a Jew, whose name was Barjesus:
7 Which was with the deputy of the country, Sergius Paulus, a prudent man; who called for Barnabas and Saul, and desired to hear the word of God.
8 But Elymas the sorcerer (for so is his name by interpretation) withstood them, seeking to turn away the deputy from the faith.
9 Then Saul, (who also is called Paul,) filled with the Holy Ghost, set his eyes on him.
10 And said, O full of all subtilty and all mischief, thou child of the devil, thou enemy of all righteousness, wilt thou not cease to pervert the right ways of the Lord?
11 And now, behold, the hand of the Lord is upon thee, and thou shalt be blind, not seeing the sun for a season. And immediately there fell on him a mist and a darkness; and he went about seeking some to lead him by the hand.
12 Then the deputy, when he saw what was done, believed, being astonished at the doctrine of the Lord.
13 Now when Paul and his company loosed from Paphos, they came to Perga in Pamphylia: and John departing from them returned to Jerusalem.
14 But when they departed from Perga, they came to Antioch in Pisidia, and went into the synagogue on the sabbath day, and sat down.
15 And after the reading of the law and the prophets the rulers of the synagogue sent unto them, saying, Ye men and brethren, if ye have any word of exhortation for the people, say on.
16 Then Paul stood up, and beckoning with his hand said, Men of Israel, and ye that fear God, give audience.
17 The God of this people of Israel chose our fathers, and exalted the people when they dwelt as strangers in the land of Egypt, and with an high arm brought he them out of it.
18 And about the time of forty years suffered he their manners in the wilderness.
19 And when he had destroyed seven nations in the land of Chanaan, he divided their land to them by lot.
20 And after that he gave unto them judges about the space of four hundred and fifty years, until Samuel the prophet.
21 And afterward they desired a king: and God gave unto them Saul the son of Cis, a man of the tribe of Benjamin, by the space of forty years.
22 And when he had removed him, he raised up unto them David to be their king; to whom also he gave their testimony, and said, I have found David the son of Jesse, a man after mine own heart, which shall fulfil all my will.
23 Of this man's seed hath God according to his promise raised unto Israel a Saviour, Jesus:
24 When John had first preached before his coming the baptism of repentance to all the people of Israel.
25 And as John fulfilled his course, he said, Whom think ye that I am? I am not he. But, behold, there cometh one after me, whose shoes of his feet I am not worthy to loose.
26 Men and brethren, children of the stock of Abraham, and whosoever among you feareth God, to you is the word of this salvation sent.
27 For they that dwell at Jerusalem, and their rulers, because they knew him not, nor yet the voices of the prophets which are read every sabbath day, they have fulfilled them in condemning him.
28 And though they found no cause of death in him, yet desired they Pilate that he should be slain.
29 And when they had fulfilled all that was written of him, they took him down from the tree, and laid him in a sepulchre.
30 But God raised him from the dead:
31 And he was seen many days of them which came up with him from Galilee to Jerusalem, who are his witnesses unto the people.
32 And we declare unto you glad tidings, how that the promise which was made unto the fathers,
33 God hath fulfilled the same unto us their children, in that he hath raised up Jesus again; as it is also written in the second psalm, Thou art my Son, this day have I begotten thee.
34 And as concerning that he raised him up from the dead, now no more to return to corruption, he said on this wise, I will give you the sure mercies of David.
35 Wherefore he saith also in another psalm, Thou shalt not suffer thine Holy One to see corruption.
36 For David, after he had served his own generation by the will of God, fell on sleep, and was laid unto his fathers, and saw corruption:
37 But he, whom God raised again, saw no corruption.
38 Be it known unto you therefore, men and brethren, that through this man is preached unto you the forgiveness of sins:
39 And by him all that believe are justified from all things, from which ye could not be justified by the law of Moses.
40 Beware therefore, lest that come upon you, which is spoken of in the prophets;
41 Behold, ye despisers, and wonder, and perish: for I work a work in your days, a work which ye shall in no wise believe, though a man declare it unto you.
42 And when the Jews were gone out of the synagogue, the Gentiles besought that these words might be preached to them the next sabbath.
43 Now when the congregation was broken up, many of the Jews and religious proselytes followed Paul and Barnabas: who, speaking to them, persuaded them to continue in the grace of God.
44 And the next sabbath day came almost the whole city together to hear the word of God.
45 But when the Jews saw the multitudes, they were filled with envy, and spake against those things which were spoken by Paul, contradicting and blaspheming.
46 Then Paul and Barnabas waxed bold, and said, It was necessary that the word of God should first have been spoken to you: but seeing ye put it from you, and judge yourselves unworthy of everlasting life, lo, we turn to the Gentiles.
47 For so hath the Lord commanded us, saying, I have set thee to be a light of the Gentiles, that thou shouldest be for salvation unto the ends of the earth.
48 And when the Gentiles heard this, they were glad, and glorified the word of the Lord: and as many as were ordained to eternal life believed.
49 And the word of the Lord was published throughout all the region.
50 But the Jews stirred up the devout and honourable women, and the chief men of the city, and raised persecution against Paul and Barnabas, and expelled them out of their coasts.
51 But they shook off the dust of their feet against them, and came unto Iconium.
52 And the disciples were filled with joy, and with the Holy Ghost.
Acts 13
New King James Version
Paul and Barnabas Are Sent to the Gentiles
13 Now (A)in the church that was at Antioch there were certain prophets and teachers: (B)Barnabas, Simeon who was called Niger, (C)Lucius of Cyrene, Manaen who had been brought up with Herod the tetrarch, and Saul. 2 As they ministered to the Lord and fasted, the Holy Spirit said, (D)“Now separate to Me Barnabas and Saul for the work (E)to which I have called them.” 3 Then, (F)having fasted and prayed, and laid hands on them, they sent them away.
Preaching in Cyprus
4 So, being sent out by the Holy Spirit, they went down to Seleucia, and from there they sailed to (G)Cyprus. 5 And when they arrived in Salamis, (H)they preached the word of God in the synagogues of the Jews. They also had (I)John as their assistant.
6 Now when they had gone through [a]the island to Paphos, they found (J)a certain sorcerer, a false prophet, a Jew whose name was Bar-Jesus, 7 who was with the proconsul, Sergius Paulus, an intelligent man. This man called for Barnabas and Saul and sought to hear the word of God. 8 But (K)Elymas the sorcerer (for so his name is translated) [b]withstood them, seeking to turn the proconsul away from the faith. 9 Then Saul, who also is called Paul, (L)filled with the Holy Spirit, looked intently at him 10 and said, “O full of all deceit and all fraud, (M)you son of the devil, you enemy of all righteousness, will you not cease perverting the straight ways of the Lord? 11 And now, indeed, (N)the hand of the Lord is upon you, and you shall be blind, not seeing the sun for a time.”
And immediately a dark mist fell on him, and he went around seeking someone to lead him by the hand. 12 Then the proconsul believed, when he saw what had been done, being astonished at the teaching of the Lord.
At Antioch in Pisidia
13 Now when Paul and his party set sail from Paphos, they came to Perga in Pamphylia; and (O)John, departing from them, returned to Jerusalem. 14 But when they departed from Perga, they came to Antioch in Pisidia, and (P)went into the synagogue on the Sabbath day and sat down. 15 And (Q)after the reading of the Law and the Prophets, the rulers of the synagogue sent to them, saying, “Men and brethren, if you have (R)any word of [c]exhortation for the people, say on.”
16 Then Paul stood up, and motioning with his hand said, “Men of Israel, and (S)you who fear God, listen: 17 The God of this people [d]Israel (T)chose our fathers, and exalted the people (U)when they dwelt as strangers in the land of Egypt, and with [e]an uplifted arm He (V)brought them out of it. 18 Now (W)for a time of about forty years He put up with their ways in the wilderness. 19 And when He had destroyed (X)seven nations in the land of Canaan, (Y)He distributed their land to them by allotment.
20 “After that (Z)He gave them judges for about four hundred and fifty years, (AA)until Samuel the prophet. 21 (AB)And afterward they asked for a king; so God gave them (AC)Saul the son of Kish, a man of the tribe of Benjamin, for forty years. 22 And (AD)when He had removed him, (AE)He raised up for them David as king, to whom also He gave testimony and said, (AF)‘I have found David the son of Jesse, (AG)a man after My own heart, who will do all My will.’ 23 (AH)From this man’s seed, according (AI)to the promise, God raised up for Israel (AJ)a[f] Savior—Jesus— 24 (AK)after John had first preached, before His coming, the baptism of repentance to all the people of Israel. 25 And as John was finishing his course, he said, (AL)‘Who do you think I am? I am not He. But behold, (AM)there comes One after me, the sandals of whose feet I am not worthy to loose.’
26 “Men and brethren, sons of the [g]family of Abraham, and (AN)those among you who fear God, (AO)to you the [h]word of this salvation has been sent. 27 For those who dwell in Jerusalem, and their rulers, (AP)because they did not know Him, nor even the voices of the Prophets which are read every Sabbath, have fulfilled them in condemning Him. 28 (AQ)And though they found no cause for death in Him, they asked Pilate that He should be put to death. 29 (AR)Now when they had fulfilled all that was written concerning Him, (AS)they took Him down from the tree and laid Him in a tomb. 30 (AT)But God raised Him from the dead. 31 (AU)He was seen for many days by those who came up with Him from Galilee to Jerusalem, who are His witnesses to the people. 32 And we declare to you glad tidings—(AV)that promise which was made to the fathers. 33 God has fulfilled this for us their children, in that He has raised up Jesus. As it is also written in the second Psalm:
(AW)‘You are My Son,
Today I have begotten You.’
34 And that He raised Him from the dead, no more to return to [i]corruption, He has spoken thus:
35 Therefore He also says in another Psalm:
(AY)‘You will not allow Your Holy One to see corruption.’
36 “For David, after he had served [k]his own generation by the will of God, (AZ)fell asleep, was buried with his fathers, and [l]saw corruption; 37 but He whom God raised up [m]saw no corruption. 38 Therefore let it be known to you, brethren, that (BA)through this Man is preached to you the forgiveness of sins; 39 and (BB)by Him everyone who believes is justified from all things from which you could not be justified by the law of Moses. 40 Beware therefore, lest what has been spoken in the prophets come upon you:
41 ‘Behold,(BC) you despisers,
Marvel and perish!
For I work a work in your days,
A work which you will by no means believe,
Though one were to declare it to you.’ ”
Blessing and Conflict at Antioch
42 [n]So when the Jews went out of the synagogue, the Gentiles begged that these words might be preached to them the next Sabbath. 43 Now when the congregation had broken up, many of the Jews and devout proselytes followed Paul and Barnabas, who, speaking to them, (BD)persuaded them to continue in (BE)the grace of God.
44 On the next Sabbath almost the whole city came together to hear the word of God. 45 But when the Jews saw the multitudes, they were filled with envy; and contradicting and blaspheming, they (BF)opposed the things spoken by Paul. 46 Then Paul and Barnabas grew bold and said, (BG)“It was necessary that the word of God should be spoken to you first; but (BH)since you reject it, and judge yourselves unworthy of everlasting life, behold, (BI)we turn to the Gentiles. 47 For so the Lord has commanded us:
(BJ)‘I have set you as a light to the Gentiles,
That you should be for salvation to the ends of the earth.’ ”
48 Now when the Gentiles heard this, they were glad and glorified the word of the Lord. (BK)And as many as had been appointed to eternal life believed.
49 And the word of the Lord was being spread throughout all the region. 50 But the Jews stirred up the devout and prominent women and the chief men of the city, (BL)raised up persecution against Paul and Barnabas, and expelled them from their region. 51 (BM)But they shook off the dust from their feet against them, and came to Iconium. 52 And the disciples (BN)were filled with joy and (BO)with the Holy Spirit.
Footnotes
- Acts 13:6 NU the whole island
- Acts 13:8 opposed
- Acts 13:15 encouragement
- Acts 13:17 M omits Israel
- Acts 13:17 Mighty power
- Acts 13:23 M salvation, after
- Acts 13:26 stock
- Acts 13:26 message
- Acts 13:34 the state of decay
- Acts 13:34 blessings
- Acts 13:36 in his
- Acts 13:36 underwent decay
- Acts 13:37 underwent no decay
- Acts 13:42 Or And when they went out of the synagogue of the Jews; NU And when they went out, they begged
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.