ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:21-28
SBL Greek New Testament
21 ὅπου γάρ ἐστιν ὁ θησαυρός [a]σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία [b]σου.
22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν [c]ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· 23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.
24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
25 Διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί [d]φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς [e]αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν·
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:21 *σου WH Treg NIV ] ὑμῶν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:21 *σου WH Treg NIV ] ὑμῶν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:22 ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς WH NIV ] ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:25 φάγητε Holmes WHmarg] + ἢ τί πίητε WH Treg NIV; + καὶ τί πίητε RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:28 αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν WH NIV ] αὐξάνουσιν· οὐ κοπιοῦσιν οὐδὲ νήθουσιν Treg; αὐξάνει οὐ κοπιᾷ οὐδὲ νήθει RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software