ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:18-23
SBL Greek New Testament
18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ [a]σπείραντος. 19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. 20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν, 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. 22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος [b]τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 23 ὁ δὲ ἐπὶ τὴν [c]καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ [d]συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:18 σπείραντος WH Treg NIV ] σπείροντος RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:22 τούτου RP ] – WH Treg NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:23 καλὴν γῆν WH Treg NIV ] γῆν τὴν καλὴν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:23 συνιείς WH Treg NIV ] συνιών RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software