ΚΑΤΑ ΜΑΡΚΟΝ 11:7-18
SBL Greek New Testament
7 καὶ [a]φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ [b]ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ [c]αὐτόν. 8 [d]καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας [e]κόψαντες ἐκ τῶν ἀγρῶν. 9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες [f]ἔκραζον· Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· 10 Εὐλογημένη ἡ ἐρχομένη [g]βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11 Καὶ εἰσῆλθεν εἰς [h]Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα [i]ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. 13 καὶ ἰδὼν συκῆν [j]ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα [k]τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, [l]ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων. 14 καὶ [m]ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι [n]εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15 Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ [o]εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ [p]τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, 17 καὶ ἐδίδασκεν [q]καὶ ἔλεγεν [r]αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ [s]πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. 18 καὶ ἤκουσαν οἱ [t]ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, [u]πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:7 φέρουσιν WH Treg NIV ] ἤγαγον RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:7 ἐπιβάλλουσιν WH Treg NIV ] ἐπέβαλον RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:7 αὐτόν WH Treg NIV ] αὐτῷ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:8 καὶ πολλοὶ WH Treg NIV ] Πολλοὶ δὲ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:8 κόψαντες ἐκ τῶν ἀγρῶν WH Treg NIV ] ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:9 ἔκραζον WH Treg NIV ] + λέγοντες RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:10 βασιλεία WH Treg NIV ] + ἐν ὀνόματι κυρίου RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:11 Ἱεροσόλυμα WH Treg NIV ] + ὁ Ἰησοῦς καὶ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:11 ὀψὲ WH ] ὀψίας Treg NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:13 ἀπὸ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:13 τι εὑρήσει WH Treg NIV ] εὑρήσει τι RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:13 ὁ γὰρ καιρὸς οὐκ ἦν WH Treg NIV ] οὐ γὰρ ἦν καιρὸς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:14 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:14 εἰς τὸν αἰῶνα ἐκ σοῦ WH Treg NIV ] ἐκ σοῦ εἰς τὸν αἰῶνα RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:15 εἰσελθὼν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:15 τοὺς WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 καὶ ἔλεγεν WH Treg NIV ] λέγων RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 αὐτοῖς Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 πεποιήκατε WH Treg NIV ] ἐποιήσατε RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:18 ἀρχιερεῖς καὶ οἱ γραμματεῖς WH Treg NIV ] γραμματεῖς καὶ οἱ ἀρχιερεῖς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:18 πᾶς γὰρ WH Treg NIV ] ὅτι πᾶς RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software