Font Size
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:27-31
SBL Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:27-31
SBL Greek New Testament
27 εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, [a]ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ [b]πατὴρ μείζων μού ἐστιν. 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. 30 οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, 31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς [c]ἐνετείλατο μοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:28 ὅτι WH Treg NIV ] + εἶπον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:28 πατὴρ WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:31 ἐνετείλατο NIV RP ] ἐντολὴν ἔδωκέν WH Treg
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software