ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:19-32
SBL Greek New Testament
19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε [a]ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; 20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι [b]Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός. 21 καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; [c]σὺ Ἠλίας εἶ; καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· Οὔ. 22 εἶπαν οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; 23 ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
24 [d]Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς [e]οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· [f]μέσος ὑμῶν [g]ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, 27 [h]ὁ ὀπίσω μου [i]ἐρχόμενος, οὗ [j]οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28 ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν [k]ὁ Ἰωάννης βαπτίζων.
29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30 οὗτός ἐστιν [l]ὑπὲρ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ [m]ἐν ὕδατι βαπτίζων. 32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον [n]ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν·
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:19 ἀπέστειλαν NIV RP ] + πρὸς αὐτὸν WH Treg NA
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:20 Ἐγὼ οὐκ εἰμὶ WH Treg NIV ] Οὐκ εἰμὶ ἐγὼ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:21 σὺ Ἠλίας εἶ WH Treg NIV ] Ἠλίας εἶ σύ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:24 Καὶ WH Treg NIV ] + οἱ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:25 οὐδὲ … οὐδὲ WH Treg NIV ] οὔτε … οὔτε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:26 μέσος WH Treg NA ] + δὲ NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:26 ἕστηκεν NIV RP ] στήκει WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:27 ὁ Treg NIV] – WH; αὐτός ἐστιν ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:27 ἐρχόμενος WH Treg NIV ] + ὃς ἔμπροσθέν μου γέγονεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:27 οὐκ εἰμὶ Holmes WHmarg ] οὐκ εἰμὶ ἐγὼ WH Treg NIV; ἐγὼ οὐκ εἰμὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:28 ὁ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:30 ὑπὲρ WH Treg NIV ] περὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:31 ἐν WH Treg NIV ] + τῷ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:32 ὡς WH Treg NIV ] ὡσεὶ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software