ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ Β
Tyndale House Greek New Testament
1 Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 3 ἔσται μεθ᾽ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρὸς καὶ παρὰ Ἰησοῦ χριστοῦ τοῦ υἱοῦ τοῦ πατρὸς ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. 5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι, ἀλλὰ ἣν εἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. 6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη ἡ ἐντολή ἐστιν καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε· 7 ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 8 βλέπετε ἑαυτοὺς ἵνα μὴ ἀπολέσητε ἃ [a]εἰργάσασθε, ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε. 9 πᾶς [b]ὁ προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11 ὁ λέγων γὰρ αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12 Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος· ἀλλὰ ἐλπίζω [c]γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι ἵνα ἡ χαρὰ [d]ἡμῶν ᾖ πεπληρωμένη. 13 ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς.
ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ Β
Footnotes
- ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ Β 1:8 εἰργάσασθε א A Ψ 048(vid) 0232(ειργ̣α̣σ̣α̣σ̣θ̣α̣ι); ειργασαμεθα B(ηργ- for ειργ-) K L P 69 1424
- ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ Β 1:9 ὁ προάγων א A B 048(vid ο π]ρ̣ο̣α̣[γ ) 0232; ο παραβαινων K L P Ψ 69 1424
- ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ Β 1:12 γενέσθαι א A B Ψ; ελθειν K L P 69 1424
- ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ Β 1:12 ἡμῶν א K L P Ψ 69 1424; ♦ υμων A B
ΙΩΑΝΝΟΥ Β΄
1881 Westcott-Hort New Testament
1 ο πρεσβυτερος εκλεκτη κυρια και τοις τεκνοις αυτης ους εγω αγαπω εν αληθεια και ουκ εγω μονος αλλα και παντες οι εγνωκοτες την αληθειαν
2 δια την αληθειαν την μενουσαν εν ημιν και μεθ ημων εσται εις τον αιωνα
3 εσται μεθ ημων χαρις ελεος ειρηνη παρα θεου πατρος και παρα ιησου χριστου του υιου του πατρος εν αληθεια και αγαπη
4 εχαρην λιαν οτι ευρηκα εκ των τεκνων σου περιπατουντας εν αληθεια καθως εντολην ελαβομεν παρα του πατρος
5 και νυν ερωτω σε κυρια ουχ ως εντολην γραφων σοι καινην αλλα ην ειχομεν απ αρχης ινα αγαπωμεν αλληλους
6 και αυτη εστιν η αγαπη ινα περιπατωμεν κατα τας εντολας αυτου αυτη η εντολη εστιν καθως ηκουσατε απ αρχης ινα εν αυτη περιπατητε
7 οτι πολλοι πλανοι εξηλθον εις τον κοσμον οι μη ομολογουντες ιησουν χριστον ερχομενον εν σαρκι ουτος εστιν ο πλανος και ο αντιχριστος
8 βλεπετε εαυτους ινα μη απολεσητε α ειργασαμεθα αλλα μισθον πληρη απολαβητε
9 πας ο προαγων και μη μενων εν τη διδαχη του χριστου θεον ουκ εχει ο μενων εν τη διδαχη ουτος και τον πατερα και τον υιον εχει
10 ει τις ερχεται προς υμας και ταυτην την διδαχην ου φερει μη λαμβανετε αυτον εις οικιαν και χαιρειν αυτω μη λεγετε
11 ο λεγων γαρ αυτω χαιρειν κοινωνει τοις εργοις αυτου τοις πονηροις
12 πολλα εχων υμιν γραφειν ουκ εβουληθην δια χαρτου και μελανος αλλα ελπιζω γενεσθαι προς υμας και στομα προς στομα λαλησαι ινα η χαρα υμων πεπληρωμενη η
13 ασπαζεται σε τα τεκνα της αδελφης σου της εκλεκτης
ΙΩΑΝΝΟΥ Β΄
1894 Scrivener New Testament
1 ο πρεσβυτερος εκλεκτη κυρια και τοις τεκνοις αυτης ους εγω αγαπω εν αληθεια και ουκ εγω μονος αλλα και παντες οι εγνωκοτες την αληθειαν
2 δια την αληθειαν την μενουσαν εν ημιν και μεθ ημων εσται εις τον αιωνα
3 εσται μεθ υμων χαρις ελεος ειρηνη παρα θεου πατρος και παρα κυριου ιησου χριστου του υιου του πατρος εν αληθεια και αγαπη
4 εχαρην λιαν οτι ευρηκα εκ των τεκνων σου περιπατουντας εν αληθεια καθως εντολην ελαβομεν παρα του πατρος
5 και νυν ερωτω σε κυρια ουχ ως εντολην γραφων σοι καινην αλλα ην ειχομεν απ αρχης ινα αγαπωμεν αλληλους
6 και αυτη εστιν η αγαπη ινα περιπατωμεν κατα τας εντολας αυτου αυτη εστιν η εντολη καθως ηκουσατε απ αρχης ινα εν αυτη περιπατητε
7 οτι πολλοι πλανοι εισηλθον εις τον κοσμον οι μη ομολογουντες ιησουν χριστον ερχομενον εν σαρκι ουτος εστιν ο πλανος και ο αντιχριστος
8 βλεπετε εαυτους ινα μη απολεσωμεν α ειργασαμεθα αλλα μισθον πληρη απολαβωμεν
9 πας ο παραβαινων και μη μενων εν τη διδαχη του χριστου θεον ουκ εχει ο μενων εν τη διδαχη του χριστου ουτος και τον πατερα και τον υιον εχει
10 ει τις ερχεται προς υμας και ταυτην την διδαχην ου φερει μη λαμβανετε αυτον εις οικιαν και χαιρειν αυτω μη λεγετε
11 ο γαρ λεγων αυτω χαιρειν κοινωνει τοις εργοις αυτου τοις πονηροις
12 πολλα εχων υμιν γραφειν ουκ ηβουληθην δια χαρτου και μελανος αλλα ελπιζω ελθειν προς υμας και στομα προς στομα λαλησαι ινα η χαρα ημων η πεπληρωμενη
13 ασπαζεται σε τα τεκνα της αδελφης σου της εκλεκτης αμην
2 John
New International Version
1 The elder,(A)
To the lady chosen by God(B) and to her children, whom I love in the truth(C)—and not I only, but also all who know the truth(D)— 2 because of the truth,(E) which lives in us(F) and will be with us forever:
3 Grace, mercy and peace from God the Father and from Jesus Christ,(G) the Father’s Son, will be with us in truth and love.
4 It has given me great joy to find some of your children walking in the truth,(H) just as the Father commanded us. 5 And now, dear lady, I am not writing you a new command but one we have had from the beginning.(I) I ask that we love one another. 6 And this is love:(J) that we walk in obedience to his commands.(K) As you have heard from the beginning,(L) his command is that you walk in love.
7 I say this because many deceivers, who do not acknowledge Jesus Christ(M) as coming in the flesh,(N) have gone out into the world.(O) Any such person is the deceiver and the antichrist.(P) 8 Watch out that you do not lose what we[a] have worked for, but that you may be rewarded fully.(Q) 9 Anyone who runs ahead and does not continue in the teaching of Christ(R) does not have God; whoever continues in the teaching has both the Father and the Son.(S) 10 If anyone comes to you and does not bring this teaching, do not take them into your house or welcome them.(T) 11 Anyone who welcomes them shares(U) in their wicked work.
12 I have much to write to you, but I do not want to use paper and ink. Instead, I hope to visit you and talk with you face to face,(V) so that our joy may be complete.(W)
13 The children of your sister, who is chosen by God,(X) send their greetings.
Footnotes
- 2 John 1:8 Some manuscripts you
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Holy Bible, New International Version®, NIV® Copyright ©1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.
NIV Reverse Interlinear Bible: English to Hebrew and English to Greek. Copyright © 2019 by Zondervan.