ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23
Tyndale House Greek New Testament
23 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πειλᾶτον.
2 Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι.
3 Ὁ δὲ Πειλᾶτος ἠρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις. 4 ὁ δὲ Πειλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
6 Πειλᾶτος δὲ [a]ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, 7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρώδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς τὸν Ἡρώδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
8 Ὁ δὲ Ἡρώδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λείαν· ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γεινόμενον. 9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 ἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρώδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πειλάτῳ. 12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρώδης καὶ ὁ Πειλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς.
13 Πειλᾶτος δὲ συνκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπεν πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ· 15 ἀλλ᾽ οὐδὲ Ἡρώδης· [b]ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς, καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ. 16 παιδεύσας οὖν αὐτὸν [c]ἀπολύσω. 18 ἀνέκραγον δὲ πανπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ.
20 Πάλιν δὲ ὁ Πειλᾶτος προσεφώνησεν αὐτοῖς θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 οἱ δὲ ἐπεφώνουν λέγοντες· [d]σταύρου σταύρου αὐτόν.
22 Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ. παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ [e]αὐτῶν. 24 καὶ Πειλᾶτος ἐπέκρεινεν γενέσθαι τὸ αἴτημα αὐτῶν. 25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.
27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 στραφεὶς δὲ πρὸς αὐτὰς [f]Ἰησοῦς εἶπεν· θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν· μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν. 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· πέσετε ἐφ᾽ ἡμᾶς· καὶ τοῖς βουνοῖς· καλύψατε ἡμᾶς. 31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
32 Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. 33 καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. 34 [g]ὁ δὲ Ἰησοῦς ἔλεγεν· πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον. 35 καὶ ἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες· ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός.
36 Ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ 37 καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 ἦν δὲ καὶ [h]ἐπιγραφὴ ἐπ᾽ [i]αὐτῷ· [j]ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος.
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.
40 Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη· οὐδὲ φοβῇ σὺ τὸν θεὸν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42 καὶ ἔλεγεν· [k]Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 43 καὶ εἶπεν αὐτῷ· ἀμήν σοι λέγω· σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
44 Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης 45 [l]τοῦ ἡλίου ἐκλιπόντος. ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.
47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συνπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον.
49 Ἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα.
50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, [m]ἀνὴρ ἀγαθὸς καὶ δίκαιος· 51 οὗτος οὐκ ἦν συνκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν· ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, 52 οὗτος προσελθὼν τῷ Πειλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος.
54 Καὶ ἡμέρα ἦν [n]παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. 55 κατακολουθήσασαι δὲ αἱ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
Footnotes
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:6 ἀκούσας P75 א B L; add γαλιλαιαν A D(την γαλ-) K W Δ Θ Ψ 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:15 ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς P75 א B Kc L Θ; ανεπεμψεν γαρ αυτον προς υμας K*(vid) 69; ανεπεμψα γαρ υμας προς αυτον A D W Δ Ψ 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:16 ἀπολύσω P75 A B K L; add verse 17 αναγκην δε ειχεν απολυειν αυτοις κατα εορτην ενα א*(ινα for ενα) א1 W Δ Ψ 69 1424; add verse 17 αναγκην δε ειχεν κατα εορτην απολυειν αυτοις ενα D(add after verse 19) Θ Ψ 1424(ενα αυτοις for αυτοις ενα)
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:21 σταύρου σταύρου P75 א B D; σταυρωσον σταυρωσον A K L Δ Θ Ψ 69 1424; σταυρωσον W
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:23 αὐτῶν P75 א B L; add και των αρχιερεων A D K W Δ Θ Ψ 69; add και των αρχοντων και των αρχιερεων 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:28 Ἰησοῦς P75 א* א2b B L; ο ιησους א2a A C D K W Δ Θ Ψ 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:34 ὁ δὲ Ἰησοῦς ἔλεγεν πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποιοῦσιν א* א2b A(ειπεν for ελεγεν πατερ) C D3 K(ειπεν for ελεγεν) L Q(κυριος for ιησους) Δ Ψ 69 1424; ♦ omit P75 א2a B D* W Θ
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 ἐπιγραφὴ P75 א B L; add επιγεγραμμενη A D Q; add γεγραμμενη C K W Δ Θ Ψ 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 αὐτῷ P75 א2a B C* L; add γραμμασιν ελληνικοις ρωμαικοις εβραικοις א* א2b D; add γραμμασιν ελληνικοις και ρωμαικοις και εβραικοις C3 K Q W Δ Θ Ψ 69*(omit και εβραικοις) 69c 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος P75 א B D(add εστιν after ουτος) L; ο βασιλευς των ιουδαιων C; ουτος εστιν ο βασιλευς των ιουδαιων A K Q W Δ Θ Ψ 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 Ἰησοῦ P75 א* B C*(vid) L; τω ιησου א2 A C2 K Q W Δ Θ Ψ 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:45 τοῦ ἡλίου ἐκλιπόντος ἐσχίσθη δὲ P75* P75c(εκλειπ-) א B(εκλειπ-) C* L; και εσκοτισθη ο ηλιος και εσχισθη A C3 K Q W Δ Θ Ψ 69 1424; και εσχισθη C2
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:50 ἀνὴρ2 A B K W Δ Θ Ψ 69 1424; και ανηρ P75 א L; και ο ανηρ C; omit D
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 23:54 παρασκευῆς P75 א B C* L; παρασκευη A C2 K W Δ Θ Ψ 69 1424; προσσαββατου and omit rest of verse D
ΚΑΤΑ ΛΟΥΚΑΝ 23
1550 Stephanus New Testament
23 και ανασταν απαν το πληθος αυτων ηγαγεν αυτον επι τον πιλατον
2 ηρξαντο δε κατηγορειν αυτου λεγοντες τουτον ευρομεν διαστρεφοντα το εθνος και κωλυοντα καισαρι φορους διδοναι λεγοντα εαυτον χριστον βασιλεα ειναι
3 ο δε πιλατος επηρωτησεν αυτον λεγων συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις αυτω εφη συ λεγεις
4 ο δε πιλατος ειπεν προς τους αρχιερεις και τους οχλους ουδεν ευρισκω αιτιον εν τω ανθρωπω τουτω
5 οι δε επισχυον λεγοντες οτι ανασειει τον λαον διδασκων καθ ολης της ιουδαιας αρξαμενος απο της γαλιλαιας εως ωδε
6 πιλατος δε ακουσας γαλιλαιαν επηρωτησεν ει ο ανθρωπος γαλιλαιος εστιν
7 και επιγνους οτι εκ της εξουσιας ηρωδου εστιν ανεπεμψεν αυτον προς ηρωδην οντα και αυτον εν ιεροσολυμοις εν ταυταις ταις ημεραις
8 ο δε ηρωδης ιδων τον ιησουν εχαρη λιαν ην γαρ θελων εξ ικανου ιδειν αυτον δια το ακουειν πολλα περι αυτου και ηλπιζεν τι σημειον ιδειν υπ αυτου γινομενον
9 επηρωτα δε αυτον εν λογοις ικανοις αυτος δε ουδεν απεκρινατο αυτω
10 ειστηκεισαν δε οι αρχιερεις και οι γραμματεις ευτονως κατηγορουντες αυτου
11 εξουθενησας δε αυτον ο ηρωδης συν τοις στρατευμασιν αυτου και εμπαιξας περιβαλων αυτον εσθητα λαμπραν ανεπεμψεν αυτον τω πιλατω
12 εγενοντο δε φιλοι ο τε πιλατος και ο ηρωδης εν αυτη τη ημερα μετ αλληλων προυπηρχον γαρ εν εχθρα οντες προς εαυτους
13 πιλατος δε συγκαλεσαμενος τους αρχιερεις και τους αρχοντας και τον λαον
14 ειπεν προς αυτους προσηνεγκατε μοι τον ανθρωπον τουτον ως αποστρεφοντα τον λαον και ιδου εγω ενωπιον υμων ανακρινας ουδεν ευρον εν τω ανθρωπω τουτω αιτιον ων κατηγορειτε κατ αυτου
15 αλλ ουδε ηρωδης ανεπεμψα γαρ υμας προς αυτον και ιδου ουδεν αξιον θανατου εστιν πεπραγμενον αυτω
16 παιδευσας ουν αυτον απολυσω
17 αναγκην δε ειχεν απολυειν αυτοις κατα εορτην ενα
18 ανεκραξαν δε παμπληθει λεγοντες αιρε τουτον απολυσον δε ημιν τον βαραββαν
19 οστις ην δια στασιν τινα γενομενην εν τη πολει και φονον βεβλημενος εις φυλακην
20 παλιν ουν ο πιλατος προσεφωνησεν θελων απολυσαι τον ιησουν
21 οι δε επεφωνουν λεγοντες σταυρωσον σταυρωσον αυτον
22 ο δε τριτον ειπεν προς αυτους τι γαρ κακον εποιησεν ουτος ουδεν αιτιον θανατου ευρον εν αυτω παιδευσας ουν αυτον απολυσω
23 οι δε επεκειντο φωναις μεγαλαις αιτουμενοι αυτον σταυρωθηναι και κατισχυον αι φωναι αυτων και των αρχιερεων
24 ο δε πιλατος επεκρινεν γενεσθαι το αιτημα αυτων
25 απελυσεν δε αυτοις τον δια στασιν και φονον βεβλημενον εις την φυλακην ον ητουντο τον δε ιησουν παρεδωκεν τω θεληματι αυτων
26 και ως απηγαγον αυτον επιλαβομενοι σιμωνος τινος κυρηναιου του ερχομενου απ αγρου επεθηκαν αυτω τον σταυρον φερειν οπισθεν του ιησου
27 ηκολουθει δε αυτω πολυ πληθος του λαου και γυναικων αι και εκοπτοντο και εθρηνουν αυτον
28 στραφεις δε προς αυτας ο ιησους ειπεν θυγατερες ιερουσαλημ μη κλαιετε επ εμε πλην εφ εαυτας κλαιετε και επι τα τεκνα υμων
29 οτι ιδου ερχονται ημεραι εν αις ερουσιν μακαριαι αι στειραι και κοιλιαι αι ουκ εγεννησαν και μαστοι οι ουκ εθηλασαν
30 τοτε αρξονται λεγειν τοις ορεσιν πεσετε εφ ημας και τοις βουνοις καλυψατε ημας
31 οτι ει εν τω υγρω ξυλω ταυτα ποιουσιν εν τω ξηρω τι γενηται
32 ηγοντο δε και ετεροι δυο κακουργοι συν αυτω αναιρεθηναι
33 και οτε απηλθον επι τον τοπον τον καλουμενον κρανιον εκει εσταυρωσαν αυτον και τους κακουργους ον μεν εκ δεξιων ον δε εξ αριστερων
34 ο δε ιησους ελεγεν πατερ αφες αυτοις ου γαρ οιδασιν τι ποιουσιν διαμεριζομενοι δε τα ιματια αυτου εβαλον κληρον
35 και ειστηκει ο λαος θεωρων εξεμυκτηριζον δε και οι αρχοντες συν αυτοις λεγοντες αλλους εσωσεν σωσατω εαυτον ει ουτος εστιν ο χριστος ο του θεου εκλεκτος
36 ενεπαιζον δε αυτω και οι στρατιωται προσερχομενοι και οξος προσφεροντες αυτω
37 και λεγοντες ει συ ει ο βασιλευς των ιουδαιων σωσον σεαυτον
38 ην δε και επιγραφη γεγραμμενη επ αυτω γραμμασιν ελληνικοις και ρωμαικοις και εβραικοις ουτος εστιν ο βασιλευς των ιουδαιων
39 εις δε των κρεμασθεντων κακουργων εβλασφημει αυτον λεγων ει συ ει ο χριστος σωσον σεαυτον και ημας
40 αποκριθεις δε ο ετερος επετιμα αυτω λεγων ουδε φοβη συ τον θεον οτι εν τω αυτω κριματι ει
41 και ημεις μεν δικαιως αξια γαρ ων επραξαμεν απολαμβανομεν ουτος δε ουδεν ατοπον επραξεν
42 και ελεγεν τω ιησου μνησθητι μου κυριε οταν ελθης εν τη βασιλεια σου
43 και ειπεν αυτω ο ιησους αμην λεγω σοι σημερον μετ εμου εση εν τω παραδεισω
44 ην δε ωσει ωρα εκτη και σκοτος εγενετο εφ ολην την γην εως ωρας εννατης
45 και εσκοτισθη ο ηλιος και εσχισθη το καταπετασμα του ναου μεσον
46 και φωνησας φωνη μεγαλη ο ιησους ειπεν πατερ εις χειρας σου παραθησομαι το πνευμα μου και ταυτα ειπων εξεπνευσεν
47 ιδων δε ο εκατονταρχος το γενομενον εδοξασεν τον θεον λεγων οντως ο ανθρωπος ουτος δικαιος ην
48 και παντες οι συμπαραγενομενοι οχλοι επι την θεωριαν ταυτην θεωρουντες τα γενομενα τυπτοντες εαυτων τα στηθη υπεστρεφον
49 ειστηκεισαν δε παντες οι γνωστοι αυτου μακροθεν και γυναικες αι συνακολουθησασαι αυτω απο της γαλιλαιας ορωσαι ταυτα
50 και ιδου ανηρ ονοματι ιωσηφ βουλευτης υπαρχων ανηρ αγαθος και δικαιος
51 ουτος ουκ ην συγκατατεθειμενος τη βουλη και τη πραξει αυτων απο αριμαθαιας πολεως των ιουδαιων ος και προσεδεχετο και αυτος την βασιλειαν του θεου
52 ουτος προσελθων τω πιλατω ητησατο το σωμα του ιησου
53 και καθελων αυτο ενετυλιξεν αυτο σινδονι και εθηκεν αυτο εν μνηματι λαξευτω ου ουκ ην ουδεπω ουδεις κειμενος
54 και ημερα ην παρασκευη και σαββατον επεφωσκεν
55 κατακολουθησασαι δε και γυναικες αιτινες ησαν συνεληλυθυιαι αυτω εκ της γαλιλαιας εθεασαντο το μνημειον και ως ετεθη το σωμα αυτου
56 υποστρεψασαι δε ητοιμασαν αρωματα και μυρα και το μεν σαββατον ησυχασαν κατα την εντολην
Luke 23
New King James Version
Jesus Handed Over to Pontius Pilate(A)
23 Then (B)the whole multitude of them arose and led Him to (C)Pilate. 2 And they began to (D)accuse Him, saying, “We found this fellow (E)perverting [a]the nation, and (F)forbidding to pay taxes to Caesar, saying (G)that He Himself is Christ, a King.”
3 (H)Then Pilate asked Him, saying, “Are You the King of the Jews?”
He answered him and said, “It is as you say.”
4 So Pilate said to the chief priests and the crowd, (I)“I find no fault in this Man.”
5 But they were the more fierce, saying, “He stirs up the people, teaching throughout all Judea, beginning from (J)Galilee to this place.”
Jesus Faces Herod
6 When Pilate heard [b]of Galilee, he asked if the Man were a Galilean. 7 And as soon as he knew that He belonged to (K)Herod’s jurisdiction, he sent Him to Herod, who was also in Jerusalem at that time. 8 Now when Herod saw Jesus, (L)he was exceedingly glad; for he had desired for a long time to see Him, because (M)he had heard many things about Him, and he hoped to see some miracle done by Him. 9 Then he questioned Him with many words, but He answered him (N)nothing. 10 And the chief priests and scribes stood and vehemently accused Him. 11 (O)Then Herod, with his [c]men of war, treated Him with contempt and mocked Him, arrayed Him in a gorgeous robe, and sent Him back to Pilate. 12 That very day (P)Pilate and Herod became friends with each other, for previously they had been at enmity with each other.
Taking the Place of Barabbas(Q)
13 (R)Then Pilate, when he had called together the chief priests, the rulers, and the people, 14 said to them, (S)“You have brought this Man to me, as one who misleads the people. And indeed, (T)having examined Him in your presence, I have found no fault in this Man concerning those things of which you accuse Him; 15 no, neither did Herod, for [d]I sent you back to him; and indeed nothing deserving of death has been done by Him. 16 (U)I will therefore chastise Him and release Him” 17 (V)(for[e] it was necessary for him to release one to them at the feast).
18 And (W)they all cried out at once, saying, “Away with this Man, and release to us Barabbas”— 19 who had been thrown into prison for a certain rebellion made in the city, and for murder.
20 Pilate, therefore, wishing to release Jesus, again called out to them. 21 But they shouted, saying, “Crucify Him, crucify Him!”
22 Then he said to them the third time, “Why, what evil has He done? I have found no reason for death in Him. I will therefore chastise Him and let Him go.”
23 But they were insistent, demanding with loud voices that He be crucified. And the voices of these men [f]and of the chief priests prevailed. 24 So (X)Pilate gave sentence that it should be as they requested. 25 (Y)And he released [g]to them the one they requested, who for rebellion and murder had been thrown into prison; but he delivered Jesus to their will.
The King on a Cross(Z)
26 (AA)Now as they led Him away, they laid hold of a certain man, Simon a Cyrenian, who was coming from the country, and on him they laid the cross that he might bear it after Jesus.
27 And a great multitude of the people followed Him, and women who also mourned and lamented Him. 28 But Jesus, turning to them, said, “Daughters of Jerusalem, do not weep for Me, but weep for yourselves and for your children. 29 (AB)For indeed the days are coming in which they will say, ‘Blessed are the barren, wombs that never bore, and breasts which never nursed!’ 30 Then they will begin (AC)‘to say to the mountains, “Fall on us!” and to the hills, “Cover us!” ’ 31 (AD)For if they do these things in the green wood, what will be done in the dry?”
32 (AE)There were also two others, criminals, led with Him to be put to death. 33 And (AF)when they had come to the place called Calvary, there they crucified Him, and the criminals, one on the right hand and the other on the left. 34 [h]Then Jesus said, “Father, (AG)forgive them, for (AH)they do not know what they do.”
And (AI)they divided His garments and cast lots. 35 And (AJ)the people stood looking on. But even the (AK)rulers with them sneered, saying, “He saved others; let Him save Himself if He is the Christ, the chosen of God.”
36 The soldiers also mocked Him, coming and offering Him (AL)sour wine, 37 and saying, “If You are the King of the Jews, save Yourself.”
38 (AM)And an inscription also was [i]written over Him in letters of Greek, Latin, and Hebrew:
THIS IS THE KING OF THE JEWS.
39 (AN)Then one of the criminals who were hanged blasphemed Him, saying, [j]“If You are the Christ, save Yourself and us.”
40 But the other, answering, rebuked him, saying, “Do you not even fear God, seeing you are under the same condemnation? 41 And we indeed justly, for we receive the due reward of our deeds; but this Man has done (AO)nothing wrong.” 42 Then he said [k]to Jesus, “Lord, remember me when You come into Your kingdom.”
43 And Jesus said to him, “Assuredly, I say to you, today you will be with Me in (AP)Paradise.”
Jesus Dies on the Cross(AQ)
44 (AR)Now it [l]was about the sixth hour, and there was darkness over all the earth until the ninth hour. 45 Then the sun was [m]darkened, and (AS)the veil of the temple was torn in [n]two. 46 And when Jesus had cried out with a loud voice, He said, “Father, (AT)‘into Your hands I commit My spirit.’ ” (AU)Having said this, He breathed His last.
47 (AV)So when the centurion saw what had happened, he glorified God, saying, “Certainly this was a righteous Man!”
48 And the whole crowd who came together to that sight, seeing what had been done, beat their breasts and returned. 49 (AW)But all His acquaintances, and the women who followed Him from Galilee, stood at a distance, watching these things.
Jesus Buried in Joseph’s Tomb(AX)
50 (AY)Now behold, there was a man named Joseph, a council member, a good and just man. 51 He had not consented to their decision and deed. He was from Arimathea, a city of the Jews, (AZ)who[o] himself was also waiting for the kingdom of God. 52 This man went to Pilate and asked for the body of Jesus. 53 (BA)Then he took it down, wrapped it in linen, and laid it in a tomb that was hewn out of the rock, where no one had ever lain before. 54 That day was (BB)the Preparation, and the Sabbath drew near.
55 And the women (BC)who had come with Him from Galilee followed after, and (BD)they observed the tomb and how His body was laid. 56 Then they returned and (BE)prepared spices and fragrant oils. And they rested on the Sabbath (BF)according to the commandment.
Footnotes
- Luke 23:2 NU our
- Luke 23:6 NU omits of Galilee
- Luke 23:11 troops
- Luke 23:15 NU he sent Him back to us
- Luke 23:17 NU omits v. 17.
- Luke 23:23 NU omits and of the chief priests
- Luke 23:25 NU, M omit to them
- Luke 23:34 NU brackets the first sentence as a later addition.
- Luke 23:38 NU omits written and in letters of Greek, Latin, and Hebrew
- Luke 23:39 NU Are You not the Christ? Save
- Luke 23:42 NU “Jesus, remember me
- Luke 23:44 NU adds already
- Luke 23:45 NU obscured
- Luke 23:45 the middle
- Luke 23:51 NU who was waiting
Luke 23
New International Version
23 Then the whole assembly rose and led him off to Pilate.(A) 2 And they began to accuse him, saying, “We have found this man subverting our nation.(B) He opposes payment of taxes to Caesar(C) and claims to be Messiah, a king.”(D)
3 So Pilate asked Jesus, “Are you the king of the Jews?”
“You have said so,” Jesus replied.
4 Then Pilate announced to the chief priests and the crowd, “I find no basis for a charge against this man.”(E)
5 But they insisted, “He stirs up the people all over Judea by his teaching. He started in Galilee(F) and has come all the way here.”
6 On hearing this, Pilate asked if the man was a Galilean.(G) 7 When he learned that Jesus was under Herod’s jurisdiction, he sent him to Herod,(H) who was also in Jerusalem at that time.
8 When Herod saw Jesus, he was greatly pleased, because for a long time he had been wanting to see him.(I) From what he had heard about him, he hoped to see him perform a sign of some sort. 9 He plied him with many questions, but Jesus gave him no answer.(J) 10 The chief priests and the teachers of the law were standing there, vehemently accusing him. 11 Then Herod and his soldiers ridiculed and mocked him. Dressing him in an elegant robe,(K) they sent him back to Pilate. 12 That day Herod and Pilate became friends(L)—before this they had been enemies.
13 Pilate called together the chief priests, the rulers and the people, 14 and said to them, “You brought me this man as one who was inciting the people to rebellion. I have examined him in your presence and have found no basis for your charges against him.(M) 15 Neither has Herod, for he sent him back to us; as you can see, he has done nothing to deserve death. 16 Therefore, I will punish him(N) and then release him.” [17] [a]
18 But the whole crowd shouted, “Away with this man! Release Barabbas to us!”(O) 19 (Barabbas had been thrown into prison for an insurrection in the city, and for murder.)
20 Wanting to release Jesus, Pilate appealed to them again. 21 But they kept shouting, “Crucify him! Crucify him!”
22 For the third time he spoke to them: “Why? What crime has this man committed? I have found in him no grounds for the death penalty. Therefore I will have him punished and then release him.”(P)
23 But with loud shouts they insistently demanded that he be crucified, and their shouts prevailed. 24 So Pilate decided to grant their demand. 25 He released the man who had been thrown into prison for insurrection and murder, the one they asked for, and surrendered Jesus to their will.
The Crucifixion of Jesus(Q)
26 As the soldiers led him away, they seized Simon from Cyrene,(R) who was on his way in from the country, and put the cross on him and made him carry it behind Jesus.(S) 27 A large number of people followed him, including women who mourned and wailed(T) for him. 28 Jesus turned and said to them, “Daughters of Jerusalem, do not weep for me; weep for yourselves and for your children.(U) 29 For the time will come when you will say, ‘Blessed are the childless women, the wombs that never bore and the breasts that never nursed!’(V) 30 Then
31 For if people do these things when the tree is green, what will happen when it is dry?”(X)
32 Two other men, both criminals, were also led out with him to be executed.(Y) 33 When they came to the place called the Skull, they crucified him there, along with the criminals—one on his right, the other on his left. 34 Jesus said, “Father,(Z) forgive them, for they do not know what they are doing.”[c](AA) And they divided up his clothes by casting lots.(AB)
35 The people stood watching, and the rulers even sneered at him.(AC) They said, “He saved others; let him save himself if he is God’s Messiah, the Chosen One.”(AD)
36 The soldiers also came up and mocked him.(AE) They offered him wine vinegar(AF) 37 and said, “If you are the king of the Jews,(AG) save yourself.”
38 There was a written notice above him, which read: this is the king of the jews.(AH)
39 One of the criminals who hung there hurled insults at him: “Aren’t you the Messiah? Save yourself and us!”(AI)
40 But the other criminal rebuked him. “Don’t you fear God,” he said, “since you are under the same sentence? 41 We are punished justly, for we are getting what our deeds deserve. But this man has done nothing wrong.”(AJ)
42 Then he said, “Jesus, remember me when you come into your kingdom.[d]”(AK)
43 Jesus answered him, “Truly I tell you, today you will be with me in paradise.”(AL)
The Death of Jesus(AM)
44 It was now about noon, and darkness came over the whole land until three in the afternoon,(AN) 45 for the sun stopped shining. And the curtain of the temple(AO) was torn in two.(AP) 46 Jesus called out with a loud voice,(AQ) “Father, into your hands I commit my spirit.”[e](AR) When he had said this, he breathed his last.(AS)
47 The centurion, seeing what had happened, praised God(AT) and said, “Surely this was a righteous man.” 48 When all the people who had gathered to witness this sight saw what took place, they beat their breasts(AU) and went away. 49 But all those who knew him, including the women who had followed him from Galilee,(AV) stood at a distance,(AW) watching these things.
The Burial of Jesus(AX)
50 Now there was a man named Joseph, a member of the Council, a good and upright man, 51 who had not consented to their decision and action. He came from the Judean town of Arimathea, and he himself was waiting for the kingdom of God.(AY) 52 Going to Pilate, he asked for Jesus’ body. 53 Then he took it down, wrapped it in linen cloth and placed it in a tomb cut in the rock, one in which no one had yet been laid. 54 It was Preparation Day,(AZ) and the Sabbath was about to begin.
55 The women who had come with Jesus from Galilee(BA) followed Joseph and saw the tomb and how his body was laid in it. 56 Then they went home and prepared spices and perfumes.(BB) But they rested on the Sabbath in obedience to the commandment.(BC)
Footnotes
- Luke 23:17 Some manuscripts include here words similar to Matt. 27:15 and Mark 15:6.
- Luke 23:30 Hosea 10:8
- Luke 23:34 Some early manuscripts do not have this sentence.
- Luke 23:42 Some manuscripts come with your kingly power
- Luke 23:46 Psalm 31:5
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.
Holy Bible, New International Version®, NIV® Copyright ©1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.
NIV Reverse Interlinear Bible: English to Hebrew and English to Greek. Copyright © 2019 by Zondervan.