Font Size
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:10-13
SBL Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:10-13
SBL Greek New Testament
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ [a]εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ. 11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος; 12 καὶ γογγυσμὸς [b]περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι [c]δὲ ἔλεγον· Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:10 εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη WH Treg NIV ] τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:12 περὶ αὐτοῦ ἦν πολὺς WH Treg NIV ] πολὺς περὶ αὐτοῦ ἦν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:12 δὲ WH Treg NIV ] – RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software