ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:23-27
SBL Greek New Testament
23 Καὶ [a]ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; 24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 25 τὸ βάπτισμα [b]τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο [c]ἐν ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 26 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ [d]ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην. 27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:23 ἐλθόντος αὐτοῦ WH Treg NIV ] ἐλθόντι αὐτῷ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:25 τὸ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:25 ἐν WH Treg NIV ] παρ᾽ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:26 ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην WH Treg NIV ] ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 11:27-33
SBL Greek New Testament
27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28 καὶ [a]ἔλεγον αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; [b]ἢ τίς σοι [c]ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; 29 ὁ δὲ [d]Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω [e]ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 30 τὸ βάπτισμα [f]τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. 31 καὶ [g]διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· [h]Τί εἴπωμεν; ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί [i]οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 32 ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν [j]ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην [k]ὄντως ὅτι προφήτης ἦν. 33 καὶ ἀποκριθέντες [l]τῷ Ἰησοῦ λέγουσιν· Οὐκ οἴδαμεν. καὶ ὁ [m]Ἰησοῦς λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:28 ἔλεγον WH Treg NIV ] λέγουσιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:28 ἢ WH NIV ] καὶ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:28 ἔδωκεν τὴν … ταύτην WH Treg NIV ] τὴν … ταύτην ἔδωκεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:29 Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:29 ὑμᾶς WH Treg NIV ] + καὶ ἐγὼ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:30 τὸ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:31 διελογίζοντο WH Treg NIV ] ἐλογίζοντο RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:31 Τί εἴπωμεν; Holmes ] – WH Treg NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:31 οὖν WH NIV RP ] – Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:32 ὄχλον WH NIV ] λαόν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:32 ὄντως ὅτι WH Treg NIV ] ὅτι ὄντως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:33 τῷ Ἰησοῦ λέγουσιν WH Treg NIV ] λέγουσιν τῷ Ἰησοῦ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:33 Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 20:1-8
SBL Greek New Testament
20 Καὶ ἐγένετο ἐν μιᾷ τῶν [a]ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ [b]ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, 2 καὶ εἶπαν [c]λέγοντες πρὸς αὐτόν· Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; 3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς [d]κἀγὼ λόγον, καὶ εἴπατέ μοι· 4 Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; 6 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, [e]ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι· 7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. 8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 20:1 ἡμερῶν WH Treg NIV ] + ἐκείνων RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 20:1 ἀρχιερεῖς WH Treg NIV ] ἱερεῖς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 20:2 λέγοντες πρὸς αὐτόν WH NIV ] πρὸς αὐτόν λέγοντες RP; πρὸς αὐτόν Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 20:3 κἀγὼ WH Treg NIV ] + ἕνα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 20:6 ὁ λαὸς ἅπας WH Treg NIV ] πᾶς ὁ λαὸς RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software