ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:46-50
SBL Greek New Testament
46 Ἔτι [a]δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι. 47 [b]εἶπεν δέ τις αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ζητοῦντές σοι λαλῆσαι. 48 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ [c]λέγοντι αὐτῷ· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; 49 καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:46 δὲ RP ] – WH Treg NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:47 εἶπεν … λαλῆσαι Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:48 λέγοντι WH Treg NIV ] εἰπόντι RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31-35
SBL Greek New Testament
31 [a]Καὶ ἔρχονται [b]ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω [c]στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν [d]καλοῦντες αὐτόν. 32 καὶ ἐκάθητο [e]περὶ αὐτὸν ὄχλος, [f]καὶ λέγουσιν αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί [g]σου ἔξω ζητοῦσίν σε. 33 καὶ [h]ἀποκριθεὶς αὐτοῖς λέγει· Τίς ἐστιν ἡ μήτηρ μου [i]ἢ οἱ ἀδελφοί [j]μου; 34 καὶ περιβλεψάμενος [k]τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 35 ὃς [l]γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ [m]ἀδελφὴ καὶ μήτηρ ἐστίν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 Καὶ ἔρχονται WH Treg ] Καὶ ἔρχεται NIV; Ἔρχονται οὖν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ WH Treg NIV ] οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 στήκοντες WH Treg NIV ] ἑστῶτες RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 καλοῦντες WH Treg NIV ] φωνοῦντες RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 περὶ αὐτὸν ὄχλος WH Treg NIV ] ὄχλος περὶ αὐτόν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 καὶ λέγουσιν WH Treg NIV ] εἶπον δὲ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 σου WH Treg NIV ] + καὶ αἱ ἀδελφαί σου RP NA
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 ἀποκριθεὶς αὐτοῖς λέγει WH Treg NIV ] ἀπεκρίθη αὐτοῖς λέγων RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 ἢ RP ] καὶ WH Treg NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 μου Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:34 τοὺς περὶ αὐτὸν κύκλῳ WH Treg NIV ] κύκλῳ τοὺς περὶ αὐτὸν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:35 γὰρ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:35 ἀδελφὴ WH Treg NIV ] + μου RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:19-21
SBL Greek New Testament
19 [a]Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20 [b]ἀπηγγέλη δὲ [c]αὐτῷ· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν [d]σε θέλοντές. 21 ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ [e]ποιοῦντες.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:19 Παρεγένετο WH Treg NIV ] Παρεγένοντο RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:20 ἀπηγγέλη δὲ WH Treg NIV ] Καὶ ἀπηγγέλη RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:20 αὐτῷ WH Treg NIV ] + λέγοντων RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:20 σε θέλοντές RP ] θέλοντές σε WH Treg NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:21 ποιοῦντες WH Treg NIV ] + αὐτόν RP
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:14
SBL Greek New Testament
14 ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε [a]ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:14 ἃ Treg NIV ] ὃ WH; ὅσα RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software