ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14-16
SBL Greek New Testament
14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. 16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Read full chapter
ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21
SBL Greek New Testament
21 Καὶ ἔλεγεν [a]αὐτοῖς· Μήτι [b]ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν [c]τεθῇ;
Read full chapterNotas al pie
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 αὐτοῖς Treg NIV RP ] + ὅτι WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 ἔρχεται ὁ λύχνος WH Treg NIV ] ὁ λύχνος ἔρχεται RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 τεθῇ WH Treg NIV ] ἐπιτεθῇ RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:16
SBL Greek New Testament
16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας [a]τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
Read full chapterNotas al pie
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:16 τίθησιν WH Treg NIV ] ἐπιτίθησιν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software