ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:31-32
SBL Greek New Testament
31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
Read full chapter
ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20-21
SBL Greek New Testament
20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια [a]τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα [b]σταυρώσωσιν αὐτόν.
21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 τὰ ἴδια Treg RP ] αὐτοῦ WH NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 σταυρώσωσιν WH NIV RP ] σταυρώσουσιν Treg
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:26-32
SBL Greek New Testament
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι [a]Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν [b]αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 στραφεὶς δὲ πρὸς αὐτὰς [c]ὁ Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ· πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ [d]αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ [e]ἔθρεψαν. 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς· 31 ὅτι εἰ ἐν [f]τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
32 Ἤγοντο δὲ καὶ ἕτεροι [g]κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:26 Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον WH Treg NIV ] Σίμωνός τινος Κυρηναίου ἐρχομένου RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:27 αἳ WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:28 ὁ NIV RP ] – WH Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:29 αἱ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:29 ἔθρεψαν WH Treg NIV ] ἐθήλασαν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:31 τῷ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:32 κακοῦργοι δύο WH NIV ] δύο κακοῦργοι Treg RP
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17
SBL Greek New Testament
17 καὶ βαστάζων [a]αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς [b]τὸν λεγόμενον Κρανίου Τόπον, [c]ὃ λέγεται Ἑβραϊστὶ Γολγοθα,
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 αὑτῷ τὸν σταυρὸν WH Treg ] ἑαυτῷ τὸν σταυρὸν NIV; τὸν σταυρὸν αὐτοῦ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 τὸν WH Treg NIV ] τόπον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 ὃ WH Treg NIV ] ὅς RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software