Add parallel Print Page Options

Τότε ἰδὼν Ἰούδας ὁ [a]παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς [b]ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν [c]καὶ πρεσβυτέροις λέγων· Ἥμαρτον παραδοὺς αἷμα [d]ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ [e]ὄψῃ. καὶ ῥίψας τὰ ἀργύρια [f]εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:3 παραδιδοὺς Treg NIV RP ] παραδοὺς WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:3 ἔστρεψεν WH Treg NIV ] ἀπέστρεψεν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:3 καὶ WH Treg NIV ] + τοῖς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:4 ἀθῷον Treg NIV RP ] δίκαιον WH
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:4 ὄψῃ WH Treg NIV ] ὄψει RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:5 εἰς τὸν ναὸν WH Treg NIV ] ἐν τῷ ναῷ RP