Add parallel Print Page Options

34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων [a]αὐτόν· 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 [b]δὲ ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ [c]τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ [d]τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶν [e]ἡ μεγάλη καὶ πρώτη ἐντολή. 39 Δευτέρα [f]δὲ ὁμοία [g]αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος [h]κρέμαται καὶ οἱ προφῆται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:35 αὐτόν WH Treg NIV ] + καὶ λέγων RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37 δὲ WH Treg NIV ] + Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37 *τῇ Treg NIV ] WH RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37 *τῇ WH Treg NIV ] RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:38 ἡ μεγάλη καὶ πρώτη WH Treg NIV ] πρώτη καὶ μεγάλη RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:39 δὲ Treg NIV RP ] WH
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:39 αὐτῇ Treg NIV RP ] αὕτη WH
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:40 κρέμαται καὶ οἱ προφῆται WH Treg NIV ] καὶ οἱ προφῆται κρέμανται RP

28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, [a]ἰδὼν ὅτι καλῶς [b]ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν [c]ἐντολὴ πρώτη πάντων; 29 [d]ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη [e]ἐστίν· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, 30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [f]τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος [g]σου. 31 [h]δευτέρα αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32 [i]καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης [j]τῆς καρδίας καὶ ἐξ ὅλης τῆς [k]συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν [l]περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34 καὶ ὁ Ἰησοῦς ἰδὼν [m]αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἰδὼν Treg NIV ] εἰδὼς WH RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἀπεκρίθη αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἀπεκρίθη RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἐντολὴ πρώτη πάντων WH Treg NIV ] πρώτη πάντων ἐντολή RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:29 ἀπεκρίθη ὁ Ἰησοῦς WH NIV ] + αὐτῷ Treg; Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:29 ἐστίν WH Treg NIV ] πάντων τῶν ἐντολῶν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:30 τῆς Treg NIV RP ] – WH
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:30 σου WH NIV] + αὕτη πρώτη ἐντολή Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:31 δευτέρα WH NIV ] + ὁμοία Treg; Καὶ δευτέρα ὁμοία RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:32 καὶ Treg NIV RP ] – WH
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 τῆς Treg NIV RP ] – WH
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 συνέσεως WH NIV ] + καὶ ἐξ ὅλης τῆς ψυχῆς Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 περισσότερόν WH Treg NIV ] πλεῖόν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:34 αὐτὸν WH Treg RP NA ] – NIV

25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων [a]αὐτὸν λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 ὁ δὲ εἶπεν πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [b]τῆς καρδίας σου καὶ [c]ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ [d]ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ [e]ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28 εἶπεν δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:25 αὐτὸν WH NIV ] + καὶ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 τῆς Treg NIV RP ] – WH
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ ψυχῇ WH Treg NIV ] ἐξ ὅλης τῆς ψυχῆς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ ἰσχύϊ WH Treg NIV ] ἐξ ὅλης τῆς ἰσχύος RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ διανοίᾳ WH Treg NIV ] ἐξ ὅλης τῆς διανοίας RP