Add parallel Print Page Options

23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, [a]λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος [b]γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά· 27 ὕστερον δὲ πάντων ἀπέθανεν [c]ἡ γυνή. 28 ἐν τῇ [d]ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.

29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε [e]γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι [f]θεοῦ ἐν [g]τῷ οὐρανῷ εἰσιν· 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· 32 Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν [h]ὁ θεὸς νεκρῶν ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:23 λέγοντες WH Treg NIV ] οἱ λέγοντες RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:25 γήμας WH Treg NIV ] γαμήσας RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:27 WH NIV ] καὶ ἡ Treg RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:28 ἀναστάσει οὖν WH Treg NIV ] οὖν ἀναστάσει RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:30 γαμίζονται WH Treg NIV ] ἐκγαμίζονται RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:30 θεοῦ Holmes ] τοῦ θεοῦ RP; WH Treg NIV
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:30 τῷ WH Treg NIV ] RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:32 ὁ θεὸς WH Treg NIV ] ὁ θεὸς θεὸς RP; θεὸς WHmarg

18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ [a]ἐπηρώτων αὐτὸν λέγοντες· 19 Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ [b]μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν [c]γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν [d]μὴ καταλιπὼν σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως· 22 καὶ [e]οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα· [f]ἔσχατον πάντων [g]καὶ ἡ γυνὴ ἀπέθανεν. 23 ἐν τῇ ἀναστάσει [h]ὅταν ἀναστῶσιν τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.

24 [i]ἔφη αὐτοῖς ὁ Ἰησοῦς· Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; 25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε [j]γαμίζονται, ἀλλ’ εἰσὶν ὡς [k]ἄγγελοι ἐν τοῖς οὐρανοῖς· 26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου [l]πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ [m]ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; 27 οὐκ ἔστιν [n]θεὸς νεκρῶν [o]ἀλλὰ ζώντων· [p]πολὺ πλανᾶσθε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:18 ἐπηρώτων WH Treg NIV ] ἐπηρώτησαν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:19 μὴ ἀφῇ τέκνον WH NIV ] τέκνα μὴ ἀφῇ Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:19 γυναῖκα WH Treg NIV ] + αὐτοῦ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:21 μὴ καταλιπὼν WH Treg NIV ] καὶ οὐδὲ αὐτὸς ἀφῆκεν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:22 οἱ ἑπτὰ WH Treg NIV ] ἔλαβον αὐτὴν οἱ ἑπτά καὶ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:22 ἔσχατον WH Treg NIV ] Ἐσχάτη RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:22 καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NIV ] ἀπέθανεν καὶ ἡ γυνή RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:23 ὅταν ἀναστῶσιν RP NA ] –WH Treg NIV
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:24 ἔφη αὐτοῖς ὁ Ἰησοῦς WH Treg NIV ] Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:25 γαμίζονται WH Treg NIV ] γαμίσκονται RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:25 ἄγγελοι WH NIV ] + οἱ Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:26 πῶς WH Treg NIV ] ὡς RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:26 ὁ θεὸς … καὶ ὁ NIV RP ] θεὸς … καὶ WH Treg
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:27 θεὸς WH Treg NA ] ὁ θεὸς NIV RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:27 ἀλλὰ WH Treg NIV ] + θεὸς RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:27 πολὺ WH NIV ] ὑμεῖς οὖν πολὺ Treg RP

27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ [a]ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν 28 λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος [b]ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ [c]ὁ δεύτερος 31 καὶ ὁ τρίτος ἔλαβεν [d]αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον· 32 ὕστερον [e]καὶ ἡ γυνὴ ἀπέθανεν. 33 [f]ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.

34 [g]Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ [h]γαμίσκονται, 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε [i]γαμίζονται· 36 [j]οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί [k]εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ [l]καὶ θεὸν Ἰσαὰκ [m]καὶ θεὸν Ἰακώβ· 38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν. 39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· Διδάσκαλε, καλῶς εἶπας· 40 οὐκέτι [n]γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:27 ἀντιλέγοντες NIV RP ] λέγοντες WH Treg
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:28 WH Treg NIV ] ἀποθάνῃ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:30 ὁ δεύτερος WH Treg NIV ] ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα καὶ οὑτὸς ἀπέθανεν ἄτεκνος RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:31 αὐτήν WH Treg NIV ] + ὡσαύτως RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:32 καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NIV ] δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνή RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:33 ἡ γυνὴ οὖν ἐν τῇ WH NIV ] ἐν τῇ οὖν Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:34 Καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:34 γαμίσκονται WH Treg NIV ] ἐκγαμίσκονται RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:35 γαμίζονται WH Treg NIV ] ἐκγαμίζονται RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:36 οὐδὲ WH Treg NIV ] οὔτε RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:36 εἰσιν WH Treg NIV ] + τοῦ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:37 *καὶ WH Treg NIV ] + τὸν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:37 *καὶ WH Treg NIV ] + τὸν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:40 γὰρ WH Treg NIV ] δὲ RP