ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:37-39
SBL Greek New Testament
37 ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος. 39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
Read full chapter
ΚΑΤΑ ΛΟΥΚΑΝ 14:25-27
SBL Greek New Testament
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26 Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα [a]ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι [b]τε καὶ τὴν [c]ψυχὴν ἑαυτοῦ, οὐ δύναται [d]εἶναί μου μαθητής. 27 [e]ὅστις οὐ βαστάζει τὸν σταυρὸν [f]ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
Read full chapterNotas al pie
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 τε WH Treg NIV ] δέ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 ψυχὴν ἑαυτοῦ WH NIV ] ἑαυτοῦ ψυχήν Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 εἶναί μου μαθητής WH Treg NIV ] μου μαθητὴς εἶναι RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:27 ὅστις WH NA ] καὶ ὅστις Treg NIV RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:27 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg; αὑτοῦ RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33
SBL Greek New Testament
33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ [a]περιποιήσασθαι ἀπολέσει αὐτήν, [b]ὃς δ’ ἂν [c]ἀπολέσῃ ζῳογονήσει αὐτήν.
Read full chapterNotas al pie
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 περιποιήσασθαι WH Treg NIV ] σῶσαι RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 ὃς δ᾽ ἂν WH Treg NIV ] καὶ ὃς ἐὰν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 ἀπολέσῃ Treg NIV ] ἀπολέσῃ αὐτὴν RP; ἀπολέσει WH
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25
SBL Greek New Testament
25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ [a]ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
Read full chapterNotas al pie
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25 ἀπολλύει WH Treg NIV ] ἀπολέσει RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software