Añadir traducción en paralelo Imprimir Opciones de la página

33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ’ ἰδίαν δὲ τοῖς [a]ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.

35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν. 36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα [b]πλοῖα ἦν μετ’ αὐτοῦ. 37 καὶ γίνεται λαῖλαψ [c]μεγάλη ἀνέμου, [d]καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε [e]ἤδη γεμίζεσθαι τὸ πλοῖον. 38 καὶ [f]αὐτὸς ἦν [g]ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ [h]ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; [i]οὔπω ἔχετε πίστιν; 41 καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα [j]ὑπακούει αὐτῷ;

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:34 ἰδίοις μαθηταῖς WH NIV ] μαθηταῖς αὐτοῦ Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:36 πλοῖα WH Treg NIV ] δὲ πλοιάρια RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 μεγάλη ἀνέμου WH Treg NIV ] ἀνέμου μεγάλη RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 καὶ τὰ WH Treg NIV ] τὰ δὲ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NIV ] αὐτὸ ἤδη γεμίζεσθα RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 αὐτὸς ἦν WH NIV ] ἦν αὐτὸς Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 ἐν WH Treg NIV ] ἐπὶ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 ἐγείρουσιν WH Treg NIV ] διεγείρουσιν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:40 οὔπω WH Treg NIV ] οὕτως Πῶς οὐκ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:41 ὑπακούει WH Treg NIV ] ὑπακούουσιν RP