Add parallel Print Page Options

35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο. 36 καὶ [a]κατεδίωξεν αὐτὸν [b]Σίμων καὶ οἱ μετ’ αὐτοῦ, 37 καὶ [c]εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες [d]ζητοῦσίν σε. 38 καὶ λέγει αὐτοῖς· Ἄγωμεν [e]ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ [f]ἐξῆλθον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:36 κατεδίωξεν WH NIV ] κατεδίωξαν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:36 Σίμων WH NIV ] ὁ Σίμων Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:37 εὗρον αὐτὸν καὶ WH Treg NIV ] εὑρόντες αὐτὸν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:37 ζητοῦσίν σε WH Treg NIV ] σε ζητοῦσιν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:38 ἀλλαχοῦ WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:38 ἐξῆλθον WH Treg NIV ] ἐξελήλυθα RP

42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ’ αὐτῶν. 43 ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι [a]ἐπὶ τοῦτο [b]ἀπεστάλην.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:43 ἐπὶ WH Treg NIV ] εἰς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:43 ἀπεστάλην WH Treg NIV ] ἀπεστάλμαι RP