Añadir traducción en paralelo Imprimir Opciones de la página

23 καὶ [a]εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν 24 λέγων· [b]Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ [c]φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησαν [d]ἅπαντες, ὥστε συζητεῖν [e]πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστιν τοῦτο; [f]διδαχὴ καινή· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 28 [g]καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς [h]πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:23 εὐθὺς WH NIV ] – Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:24 Τί WH Treg NIV ] Ἔα τί RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:26 φωνῆσαν WH Treg NIV ] κράξαν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 ἅπαντες WH Treg NIV ] πάντες RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 πρὸς ἑαυτοὺς Treg NIV RP ] αὐτοὺς WH
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 διδαχὴ καινή WH Treg NIV ] Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη ὅτι RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 καὶ ἐξῆλθεν WH Treg NIV ] Ἐξῆλθεν δὲ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 πανταχοῦ WH Treg NIV ] – RP

33 καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· 34 [a]Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 35 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε [b]ἀπ’ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς [c]τὸ μέσον ἐξῆλθεν ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. 36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται; 37 καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:34 Ἔα WH NIV ] λέγων Ἔα Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:35 ἀπ᾽ WH Treg NIV ] ἐξ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:35 τὸ WH Treg NIV ] – RP