Añadir traducción en paralelo Imprimir Opciones de la página

18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος [a]σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις. 19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι.

20 [b]Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 τοῦτον [c]οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ [d]μοι ἀκολούθει. 23 ἐξῆλθεν οὖν [e]οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. [f]οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ’· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;

24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ [g]ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς [h]αὐτοῦ ἡ μαρτυρία ἐστίν. 25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ [i]ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον [j]χωρήσειν τὰ γραφόμενα [k]βιβλία.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:18 σε ζώσει NIV RP ] ζώσει σε WH Treg
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:20 Ἐπιστραφεὶς WH Treg NIV ] + δὲ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:21 οὖν WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:22 μοι ἀκολούθει WH Treg NIV ] ἀκολούθει μοι RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:23 οὗτος ὁ λόγος WH Treg NIV ] ὁ λόγος οὗτος RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:23 οὐκ εἶπεν δὲ WH Treg NIV ] καὶ οὐκ εἶπεν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:24 WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:24 αὐτοῦ ἡ μαρτυρία ἐστίν WH Treg NIV ] ἐστίν ἡ μαρτυρία αὐτοῦ RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:25 WH Treg NIV ] ὅσα RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:25 χωρήσειν WH Treg ] χωρῆσαι NIV RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:25 βιβλία WH Treg NIV ] + Ἀμήν RP