Add parallel Print Page Options

11 πᾶσα [a]δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.

12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, 13 καὶ τροχιὰς ὀρθὰς [b]ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.

14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, 15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ [c]δι’ αὐτῆς μιανθῶσιν [d]πολλοί, 16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια [e]ἑαυτοῦ. 17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:11 δὲ Treg NIV RP ] μὲν WH
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:13 ποιεῖτε WH Treg NIV ] ποιήσατε RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:15 δι᾽ αὐτῆς WH NIV ] διὰ ταύτης Treg RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:15 πολλοί NIV RP ] οἱ πολλοί WH Treg
  5. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:16 ἑαυτοῦ WH Treg NIV ] αὐτοῦ RP