ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:1-14
SBL Greek New Testament
3 Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς [a]ἐβάσκανεν, οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς [b]προεγράφη ἐσταυρωμένος; 2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; 3 οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε; 4 τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ. 5 ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; 6 καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι [c]υἱοί εἰσιν Ἀβραάμ. 8 προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. 9 ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ [d]ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ [e]ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. 11 ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται, 12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ’· Ὁ ποιήσας [f]αὐτὰ ζήσεται ἐν αὐτοῖς. 13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, [g]ὅτι γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, 14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν [h]Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
Read full chapterNotas al pie
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:1 ἐβάσκανεν WH Treg NIV] + τῇ ἀληθείᾳ μὴ πείθεσθαι RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:1 προεγράφη WH Treg NIV] + ἐν ὑμῖν RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:7 υἱοί εἰσιν WH Treg NIV] εἰσιν υἱοὶ RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:10 ὅτι WH Treg NIV] – RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:10 ἐμμένει WH Treg NIV] + ἐν RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:12 αὐτὰ WH Treg NIV] + ἄνθρωπος RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:13 ὅτι γέγραπται WH Treg NIV] γέγραπται γάρ RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:14 Χριστῷ Ἰησοῦ NIV RP] Ἰησοῦ Χριστῷ WH Treg
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software