Font Size
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:14-17
SBL Greek New Testament
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:14-17
SBL Greek New Testament
14 Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ· 15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, 16 οἷς μὲν ὀσμὴ [a]ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ [b]ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 οὐ γάρ ἐσμεν ὡς οἱ [c]πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινείας, ἀλλ’ ὡς ἐκ θεοῦ [d]κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:16 *ἐκ WH Treg NIV ] – RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:16 *ἐκ WH Treg NIV ] – RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:17 πολλοὶ WH Treg NIV ] λοιποί RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:17 κατέναντι WH Treg NIV ] κατενώπιον τοῦ RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software