ΠΕΤΡΟΥ Α΄ 3:7-12
SBL Greek New Testament
7 Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ [a]συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
8 Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, [b]ταπεινόφρονες, 9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ [c]εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. 10 ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν [d]γλῶσσαν ἀπὸ κακοῦ καὶ [e]χείλη τοῦ μὴ λαλῆσαι δόλον, 11 ἐκκλινάτω [f]δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· 12 ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
Read full chapterFootnotes
- ΠΕΤΡΟΥ Α΄ 3:7 συγκληρονόμοις WH Treg NIV] συγκληρονόμοι RP
- ΠΕΤΡΟΥ Α΄ 3:8 ταπεινόφρονες WH Treg NIV] φιλόφρονες RP
- ΠΕΤΡΟΥ Α΄ 3:9 εὐλογοῦντες WH Treg NIV] + εἰδότες RP
- ΠΕΤΡΟΥ Α΄ 3:10 γλῶσσαν WH Treg NIV] + αὐτοῦ RP
- ΠΕΤΡΟΥ Α΄ 3:10 χείλη WH Treg NIV] + αὐτοῦ RP
- ΠΕΤΡΟΥ Α΄ 3:11 δὲ WH Treg NIV] – RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software