Add parallel Print Page Options

10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ [a]μαθηταὶ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 [b]δὲ ἀποκριθεὶς [c]εἶπεν· Ἠλίας μὲν [d]ἔρχεται καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.

14 Καὶ [e]ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν 15 καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς [f]πάσχει, πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε [g]μεθ’ ὑμῶν ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ [h]λέγει αὐτοῖς· Διὰ τὴν [i]ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· [j]Μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει [k]ὑμῖν.

22 [l]Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.

24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 λέγει· Ναί. καὶ [m]ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 [n]εἰπόντος δέ· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς [o]εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν [p]ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:10 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:11 δὲ WH Treg NIV ] + Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:11 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:11 ἔρχεται WH Treg NIV ] + πρῶτον RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:14 ἐλθόντων WH Treg NIV ] + αὐτῶν RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:15 πάσχει NIV RP ] ἔχει WH Treg
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:17 μεθ᾽ ὑμῶν ἔσομαι WH Treg NIV ] ἔσομαι μεθ᾽ ὑμῶν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 λέγει WH Treg NIV ] Ἰησοῦς εἶπεν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 ὀλιγοπιστίαν WH Treg NIV ] ἀπιστίαν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 Μετάβα ἔνθεν WH Treg NIV ] Μετάβηθι ἔντεῦθεν RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 ὑμῖν WH NIV ] + 21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Treg RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:22 Συστρεφομένων WH Treg NIV ] Ἀναστρεφομένων RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:25 ἐλθόντα WH Treg NIV ] ὅτε εἰσῆλθεν RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:26 εἰπόντος δέ WH Treg NIV ] Λέγει αὐτῷ ὁ Πέτρος RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:27 εἰς WH Treg NA ] + τὴν NIV RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:27 ἀναβάντα WH Treg NIV ] ἀναβαίνοντα RP