Add parallel Print Page Options

13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· [a]Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 οἱ δὲ εἶπαν· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. 15 λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. 17 [b]ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· 18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· 19 [c]δώσω σοι τὰς [d]κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ [e]ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ [f]ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 20 τότε [g]διεστείλατο τοῖς [h]μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός [i]ἐστιν ὁ χριστός.

21 Ἀπὸ τότε ἤρξατο [j]ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν [k]εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22 καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23 ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον [l]εἶ ἐμοῦ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

24 Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 25 ὃς γὰρ [m]ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 26 τί γὰρ [n]ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 ἀμὴν λέγω ὑμῖν [o]ὅτι εἰσίν τινες [p]τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

17 Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ [q]ἐγένετο λευκὰ ὡς τὸ φῶς. καὶ ἰδοὺ [r]ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας [s]συλλαλοῦντες μετ’ αὐτοῦ. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, [t]ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ [u]Ἠλίᾳ μίαν. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· [v]ἀκούετε αὐτοῦ. καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. καὶ [w]προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ [x]αὐτὸν Ἰησοῦν μόνον.

Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν [y]ἐγερθῇ.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:13 Τίνα WH Treg NIV ] + με RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:17 ἀποκριθεὶς δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19 δώσω WH NIV ] καὶ δώσω Treg RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19 κλεῖδας WH Treg NIV ] κλεῖς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19 *ἐὰν WH NIV RP ] ἂν Treg
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19 *ἐὰν WH NIV RP ] ἂν Treg
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:20 διεστείλατο Treg RP NA ] ἐπετίμησεν WH NIV
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:20 μαθηταῖς WH Treg NIV ] + αὐτοῦ RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:20 ἐστιν WH Treg NIV ] + Ἰησοῦς RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:21 ὁ Ἰησοῦς Treg NIV RP ] Ἰησοῦς Χριστὸς WH
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:21 εἰς Ἱεροσόλυμα ἀπελθεῖν WH Treg NIV ] ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:23 εἶ ἐμοῦ WH Treg NIV ] μου εἶ RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:25 ἐὰν WH Treg NIV ] ἂν RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:26 ὠφεληθήσεται WH Treg NIV ] ὠφελεῖται RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:28 ὅτι WH NIV ] Treg RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:28 τῶν ὧδε ἑστώτων WH Treg NIV ] ὧδε ἑστῶτες RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:2 ἐγένετο WH Treg NIV ] ἐγένοντο RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:3 ὤφθη WH Treg NIV ] ὤφθησαν RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:3 συλλαλοῦντες μετ᾽αὐτοῦ WH Treg NIV ] μετ᾽αὐτοῦ συλλαλοῦντες RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:4 ποιήσω WH NIV ] ποιήσωμεν Treg RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:4 Ἠλίᾳ μίαν WH Treg NIV ] μίαν Ἠλίᾳ RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:5 ἀκούετε αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἀκούετε RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:7 προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν WH NIV ] προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν Treg; προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:8 αὐτὸν WH NIV ] τὸν Treg RP
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:9 ἐγερθῇ WH Treg NIV ] ἀναστῇ RP