Add parallel Print Page Options

29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν [a]κωφούς, τυφλούς, χωλούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας [b]αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς· 31 ὥστε [c]τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας [d]κυλλοὺς ὑγιεῖς [e]καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.

32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 καὶ λέγουσιν αὐτῷ οἱ [f]μαθηταί· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35 καὶ [g]παραγγείλας [h]τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν 36 [i]ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας [j]καὶ εὐχαριστήσας ἔκλασεν καὶ [k]ἐδίδου τοῖς [l]μαθηταῖς οἱ δὲ μαθηταὶ [m]τοῖς ὄχλοις. 37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ [n]τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλήρεις. 38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. 39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια [o]Μαγαδάν.

16 Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· [p]Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. [q]τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον [r]Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.

Καὶ ἐλθόντες οἱ [s]μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. γνοὺς δὲ ὁ Ἰησοῦς [t]εἶπεν· Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ [u]ἐλάβετε; οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ [v]ἄρτων εἶπον ὑμῖν; [w]προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης [x]τῶν ἄρτων ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:30 κωφούς, τυφλούς, χωλούς, κυλλούς Holmes ] χωλούς, κυλλούς, τυφλούς, κωφούς WH; χωλούς, τυφλούς, κωφούς, κυλλούς Treg RP; χωλούς, τυφλούς, κυλλούς, κωφούς NIV
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:30 αὐτοῦ WH Treg NIV ] τοῦ Ἰησοῦ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:31 τὸν ὄχλον WH NIV ] τοὺς ὄχλους Treg RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:31 κυλλοὺς ὑγιεῖς Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:31 καὶ WH Treg NIV ] RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:33 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:35 παραγγείλας WH Treg NIV ] ἐκέλευσεν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:35 τῷ ὄχλῳ WH Treg NIV ] τοῖς ὄχλοις RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 ἔλαβεν WH Treg NIV ] καὶ λαβὼν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 καὶ WH Treg NIV ] RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 ἐδίδου WH Treg NIV ] ἔδωκεν RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 μαθηταῖς WH NIV ] + αὐτοῦ Treg RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 τοῖς ὄχλοις WH Treg NIV ] τῷ ὄχλῷ RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:37 τὸ … κλασμάτων ἦραν WH Treg NIV ] ἦραν τὸ … κλασμάτων RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:39 Μαγαδάν WH Treg NIV ] Μαγδαλά RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:2 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NIV RP ] [[WH]]
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:3 τὸ Treg NIV [[WH]] ] Ὑποκριταί τὸ RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:4 Ἰωνᾶ WH Treg NIV ] + τοῦ προφήτου RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:5 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:8 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:8 ἐλάβετε Treg RP ] ἔχετε WH NIV
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:11 ἄρτων WH Treg NIV ] ἄρτου RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:11 προσέχετε δὲ WH Treg NIV ] προσέχειν RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:12 τῶν ἄρτων WH Treg NIV ] τοῦ ἄρτου RP