Add parallel Print Page Options

31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ [a]ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.

32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. 33 [b]καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; [c]καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. 34 καὶ ἐὰν [d]δανίσητε παρ’ ὧν ἐλπίζετε [e]λαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; [f]καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31 ἄνθρωποι WH NIV ] + καὶ ὑμεῖς Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:33 *καὶ Treg NIV RP ] + γὰρ WH NA
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:33 *καὶ WH NIV ] + γὰρ Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 δανίσητε WH NIV ] δανείζετε Treg; δανείζητε RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 λαβεῖν WH Treg NIV ] ἀπολαβεῖν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 καὶ WH NIV ] + γὰρ Treg RP