Font Size
ΠΡΟΣ ΤΙΤΟΝ 3:3-7
SBL Greek New Testament
ΠΡΟΣ ΤΙΤΟΝ 3:3-7
SBL Greek New Testament
3 ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. 4 ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, 5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ [a]ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ [b]τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, 6 οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, 7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι [c]γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου.
Read full chapterFootnotes
- ΠΡΟΣ ΤΙΤΟΝ 3:5 ἃ WH Treg NIV ] ὧν RP
- ΠΡΟΣ ΤΙΤΟΝ 3:5 τὸ αὐτοῦ ἔλεος WH Treg NIV ] τὸν αὐτοῦ ἔλεον RP
- ΠΡΟΣ ΤΙΤΟΝ 3:7 γενηθῶμεν WH Treg NIV ] γενώμεθα RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software