ΠΡΟΣ ΤΙΤΟΝ 3:1-9
SBL Greek New Testament
3 Ὑπομίμνῃσκε αὐτοὺς [a]ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, 2 μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους. 3 ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. 4 ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, 5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ [b]ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ [c]τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, 6 οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, 7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι [d]γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου.
8 Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά [e]ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ [f]ἔρεις καὶ μάχας νομικὰς περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
Read full chapterFootnotes
- ΠΡΟΣ ΤΙΤΟΝ 3:1 ἀρχαῖς WH Treg NIV ] + καὶ RP
- ΠΡΟΣ ΤΙΤΟΝ 3:5 ἃ WH Treg NIV ] ὧν RP
- ΠΡΟΣ ΤΙΤΟΝ 3:5 τὸ αὐτοῦ ἔλεος WH Treg NIV ] τὸν αὐτοῦ ἔλεον RP
- ΠΡΟΣ ΤΙΤΟΝ 3:7 γενηθῶμεν WH Treg NIV ] γενώμεθα RP
- ΠΡΟΣ ΤΙΤΟΝ 3:8 ἐστιν WH Treg NIV ] + τὰ RP
- ΠΡΟΣ ΤΙΤΟΝ 3:9 ἔρεις Treg NIV RP ] ἔριν WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software