Add parallel Print Page Options

27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ [a]ὑπόλειμμα σωθήσεται· 28 λόγον γὰρ συντελῶν καὶ [b]συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. 29 καὶ καθὼς προείρηκεν Ἠσαΐας· Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς [c]νόμον οὐκ ἔφθασεν. 32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ [d]ἔργων· [e]προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, [f]καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.

10 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ [g]δέησις πρὸς τὸν θεὸν ὑπὲρ [h]αὐτῶν εἰς σωτηρίαν. μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν· ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν, ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν [i]ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Μωϋσῆς γὰρ γράφει [j]ὅτι τὴν δικαιοσύνην τὴν ἐκ [k]τοῦ νόμου ὁ [l]ποιήσας ἄνθρωπος ζήσεται ἐν [m]αὐτῇ. ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν· ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ὅτι ἐὰν [n]ὁμολογήσῃς ἐν τῷ στόματί [o]σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν·

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:27 ὑπόλειμμα WH Treg NIV ] κατάλειμμα RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:28 συντέμνων WH Treg NIV ] + ἐν δικαιοσύνῃ ὅτι λόγον συντετμημένον RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:31 νόμον WH Treg NIV ] + δικαιοσύνης RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:32 ἔργων WH Treg NIV ] + νόμου RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:32 προσέκοψαν WH Treg NIV ] + γὰρ RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:33 καὶ WH Treg NIV ] + πᾶς RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:1 δέησις WH Treg NIV ] + ἡ RP
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:1 αὐτῶν WH Treg NIV ] τοῦ Ἰσραήλ ἐστιν RP
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:3 ἰδίαν WH Treg ] + δικαιοσύνην NIV RP
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 ὅτι τὴν … νόμου WH ] τὴν … νόμου ὅτι Treg NIV RP
  11. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 τοῦ NIV RP ] – WH Treg
  12. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 ποιήσας WH ] + αὐτὰ Treg NIV RP
  13. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 αὐτῇ WH Treg ] αὐτοῖς NIV RP
  14. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:9 ὁμολογήσῃς Treg NIV RP ] + τὸ ῥῆμα WH
  15. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:9 σου Treg NIV RP ] + ὅτι WH