Add parallel Print Page Options

26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη [a]αὐτοῖς· Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.

27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ [b]ὑπόλειμμα σωθήσεται· 28 λόγον γὰρ συντελῶν καὶ [c]συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. 29 καὶ καθὼς προείρηκεν Ἠσαΐας· Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς [d]νόμον οὐκ ἔφθασεν. 32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ [e]ἔργων· [f]προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, [g]καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:26 αὐτοῖς WH NIV RP ] – Treg
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:27 ὑπόλειμμα WH Treg NIV ] κατάλειμμα RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:28 συντέμνων WH Treg NIV ] + ἐν δικαιοσύνῃ ὅτι λόγον συντετμημένον RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:31 νόμον WH Treg NIV ] + δικαιοσύνης RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:32 ἔργων WH Treg NIV ] + νόμου RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:32 προσέκοψαν WH Treg NIV ] + γὰρ RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:33 καὶ WH Treg NIV ] + πᾶς RP