ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:19-29
SBL Greek New Testament
19 Ἐρεῖς [a]μοι οὖν· Τί [b]οὖν ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; 20 [c]ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως; 21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν; 22 εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, 23 [d]καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, 24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν;— 25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην· 26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη [e]αὐτοῖς· Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.
27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ [f]ὑπόλειμμα σωθήσεται· 28 λόγον γὰρ συντελῶν καὶ [g]συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. 29 καὶ καθὼς προείρηκεν Ἠσαΐας· Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:19 μοι οὖν WH Treg NIV ] οὖν μοι RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:19 οὖν NIV ] – WH Treg RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:20 ὦ ἄνθρωπε μενοῦνγε WH Treg NIV ] Μενοῦνγε ὦ ἄνθρωπε RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:23 καὶ Treg NIV RP ] – WH
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:26 αὐτοῖς WH NIV RP ] – Treg
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:27 ὑπόλειμμα WH Treg NIV ] κατάλειμμα RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:28 συντέμνων WH Treg NIV ] + ἐν δικαιοσύνῃ ὅτι λόγον συντετμημένον RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software