Add parallel Print Page Options

λέγω [a]γὰρ [b]Χριστὸν διάκονον [c]γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνοματί σου ψαλῶ. 10 καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. 11 καὶ πάλιν· Αἰνεῖτε, [d]πάντα τὰ ἔθνη, τὸν κύριον, καὶ [e]ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. 12 καὶ πάλιν Ἠσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. 13 ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου.

14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι [f]πάσης γνώσεως, δυνάμενοι καὶ [g]ἀλλήλους νουθετεῖν. 15 [h]τολμηρότερον δὲ ἔγραψα [i]ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι [j]ὑπὸ τοῦ θεοῦ 16 εἰς τὸ εἶναί με λειτουργὸν [k]Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:8 γὰρ WH Treg NIV ] δέ RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:8 Χριστὸν WH Treg NIV ] + Ἰησοῦν RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:8 γεγενῆσθαι WH NIV RP ] γένεσθαι Treg
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:11 πάντα τὰ ἔθνη τὸν κύριον WH Treg NIV ] τὸν κύριον πάντα τὰ ἔθνη RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:11 ἐπαινεσάτωσαν WH Treg NIV ] ἐπαινέσατε RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:14 πάσης Treg RP ] + τῆς WH NIV
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:14 ἀλλήλους WH Treg NIV ] ἄλλους RP
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:15 τολμηρότερον NIV RP ] τολμηροτέρως WH Treg
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:15 ὑμῖν WH Treg NIV ] + ἀδελφοί RP
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:15 ὑπὸ NIV RP ] ἀπὸ WH Treg
  11. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:16 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP