Add parallel Print Page Options

14 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, [a]ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, [b]δυνατεῖ γὰρ ὁ [c]κύριος στῆσαι αὐτόν.

Ὃς [d]μὲν κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω· ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ [e]φρονεῖ. καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.

Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει· ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν. εἰς τοῦτο γὰρ [f]Χριστὸς [g]ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.

10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ [h]θεοῦ, 11 γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ [i]πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ. 12 [j]ἄρα ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον [k]δώσει.

13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:3 ὁ δὲ WH Treg NIV ] καὶ ὁ RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:4 δυνατεῖ γὰρ WH Treg NIV ] δυνατὸς γάρ ἐστιν RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:4 κύριος WH Treg NIV ] θεὸς RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:5 μὲν Treg NIV RP ] + γάρ WH NA
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:6 φρονεῖ WH Treg NIV ] + καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:9 Χριστὸς WH Treg NIV ] + καὶ RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:9 ἀπέθανεν WH Treg NIV ] + καὶ ἀνέστη RP
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:10 θεοῦ WH Treg NIV ] χριστοῦ RP
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:11 πᾶσα γλῶσσα ἐξομολογήσεται WH NIV RP ] ἐξομολογήσεται πᾶσα γλῶσσα Treg
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:12 ἄρα Treg ] + οὖν WH NIV RP
  11. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:12 δώσει Holmes WHmarg ] + τῷ θεῷ WH NIV RP; ἀποδώσει τῷ θεῷ Treg